49
ὥστε ἐκείνης τυχεῖν τῆς ἀπολαύσεως, καὶ πόῤῥω γενέσθαι τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ συρομένου μετὰ πολλοῦ ῥοίζου πρὸ τοῦ βήματος τοῦ φρικτοῦ. Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός. Καὶ ταῦτα αὐτοὶ οἱ προφῆται βοῶσιν, ὁ μὲν λέγων, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὁ δὲ Ἰεζεκιὴλ καὶ τούτου τι πλέον ἐδήλωσεν εἰπών· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιὴλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται. Μία γὰρ προστασία μόνη, ἡ διὰ τῶν ἔργων ἐστὶν ἐκεῖ, καὶ τὸν ταύτης ἀπεστερημένον, ἑτέρωθεν σωθῆναι οὐκ ἔνι. Ταῦτα οὖν διηνεκῶς στρέφοντες καὶ ἀναλογιζόμενοι, ἐκκαθάρωμεν ἡμῶν τὸν βίον, καὶ λαμπρὸν ποιήσωμεν, ὥστε μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.85 ΟΜΙΛΙΑ ΙΓʹ. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» αʹ. Ἆρα μὴ εἰς κενὸν τρέχομεν καὶ κοπιῶμεν; μὴ κατὰ πετρῶν σπείρομεν; ἆρα μὴ παρὰ τὴν ὁδὸν καὶ τὰς ἀκάνθας ἡμῖν λανθάνει τὰ σπέρματα πίπτοντα; Ἀγωνιῶ γὰρ σφόδρα καὶ δέδοικα μὴ ἀνόνητος ἡμῖν ἡ γεωργία γένηται· καὶ ταῦτα οὐδὲ μέλλων αὐτὸς εἰς τὸν τοῦ κόπου τούτου παραβλάπτεσθαι μισθόν· οὐ γὰρ οἷα τῶν γηπόνων, τοιαῦτα καὶ τὰ τῶν διδασκόντων ἐστίν. Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις μόχθους, καὶ τὴν ταλαιπωρίαν ἐκείνην, καὶ τοὺς ἱδρῶτας, ἂν μηδὲν ἐξενέγκῃ τῶν πόνων ἄξιον ἡ γῆ, παρ' οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων τινὰ παραμυθίαν εὑρεῖν· ἀλλ' ὑποστρέφει μετ' αἰσχύνης καὶ κατηφείας ἀπὸ τῆς ἅλω πρὸς τὴν οἰκίαν, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐδένα ἔχων ἀπαιτῆσαι τῆς φιλοπονίας τῆς μακρᾶς τὴν ἀντίδοσιν. Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς. Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ τῶν πραγμάτων τέλος. Καὶ ὅτι οὕτως ἔχει, ἄκουε· Καὶ σὺ, φησὶν, υἱὲ ἀνθρώπου, διαμάρτυρε τῷ λαῷ τούτῳ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ διὰ τοῦ Ἰεζεκιὴλ δὲ τοῦτο μαθεῖν 59.86 ἐστιν· ἐὰν ὁ σκοπὸς γὰρ προείπῃ, τί μὲν φυγεῖν τί δὲ ἑλέσθαι δέοι, τὴν ψυχὴν ἐξείλετο τὴν ἑαυτοῦ, κἂν ὁ προσέχων μηδεὶς ᾖ. Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων. Τοῦτο γὰρ διδασκάλου συμπάθεια, τοῦτο κηδεμονία πατρός. Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος· Ἔασον γάρ με, φησὶ, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα ἢ τοῦτο· ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι. Τοιοῦτον εἶναι χρὴ τὸν προεστῶτα ψυχῶν. Καὶ γὰρ ἄτοπον παῖδας μὲν ἔχοντά τινα φαύλους μὴ ἐθελῆσαι ἑτέρων κληθῆναι πατέρα, ἀλλὰ τῶν παρ' αὐτοῦ φύντων· μαθητὰς δὲ ἐγχειρισθέντας ἑτέρους ἐξ ἑτέρων ἀμείβειν ἀεὶ, καὶ νῦν μὲν τούτων, αὖθις δὲ ἐκείνων, καὶ μετὰ τούτων πάλιν ἄλλων προστασίαν ἡμᾶς ἁρπάζειν, πρὸς οὐδένα οἰκείως διακειμένους. Ἀλλὰ περὶ ὑμῶν μὴ γένοιτο ταῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ, ὅτι μᾶλλον περισσεύετε ἐν τῇ πίστει τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν 59.87 Χριστὸν, καὶ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας. Ταῦτα δὲ λέγομεν βουλόμενοι τὴν σπουδὴν ἐπιταθῆναι τὴν ὑμετέραν, καὶ ἐπὶ μεῖζον