1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

50

κολλήσεως. 186 Ps 21,16c Χοῦν θανάτου τάχα λεκτέον τὸ παρὰ Παύλῳ σῶμα θανάτου ὀνομασθέν· χοῦς γὰρ ἀληθῶς τοῦτο πεπλασμένον ἀπὸ τῆς γῆς. χοῦς δὲ θανάτου ειρηται τὸ πάντως τὸν γεννώμενον καὶ τεθνήξεσθαι. εἰ γὰρ τὸ τεχθήσεσθαι συμπλέκεσθαί ἐστι σώματι, ἀνάγκη καὶ διάλυσιν γενέσθαι ητις ἐστὶν θάνατος. εἰς τοῦτο ουν τὸ σῶμα τὸ ἐκ τῆς παρθένου ἐμβὰς ὁ σωτὴρ Εἰς χοῦν, εφη, θανάτου κατήγαγές με. τάχα καὶ εἰς ην κατῆλθεν νεκρότητα καὶ τὸν ᾳδην δι' ἡμᾶς χοῦς ἐστιν θανάτου· γέγονε γὰρ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 187 Ps 21,17c-19 ̔Η Ωρυξαν χεῖράς μου καὶ πόδας λέξις τὸν διὰ σταυροῦ σημαίνει θάνατον τῶν ἐπὶ τοῦτο ἐρχομένων, ἐξορυττομένων τὰς χεῖρας καὶ τοὺς πόδας διὰ τῆς τρυπήσεως τῶν ηλων. ̓Εξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. ἐξαριθμεῖσθαι πάντα τὰ ὀστᾶ τοῦ σώματος δύναται, οτ' αν γυμνωθῇ τῶν συμπεπαρμένων σαρκῶν· καὶ τοῦ Χριστοῦ σώματος μὲν ὀστᾶ προαποδέδονται οἱ ἀποστόλοι, σάρκες δὲ αὐτοῦ ῥηθεῖεν οἱ ἐπιπολαιότερον καὶ σωματικώτερον πεπιστευκότες. οτε ουν ἐπὶ τὸ αὐτό ἐστιν τὸ σῶμα, τὰ μὲν ὀστᾶ διακρατεῖ τὰς σάρκας, αἱ δὲ σάρκες περὶ τὰ ὀστᾶ τυγχάνουσιν καλύπτουσαι αὐτά. οτ' αν ουν φόβος τις ἐκταράξῃ φευγόντων τῶν ἐπιπολαιότερον πεπιστευκότων, καταλείπονται μόνοι οἱ στερροὶ καὶ ευτονοι ζηλωταὶ ὡς ἐξαριθμεῖσθαι αὐτοὺς γυμνωθέντας πεφευγότος τοῦ πλήθους. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· καίτοι οὐκ αὐτῶν περιγεναμένων μου (ἐγὼ γὰρ ἑκουσίως αὐτὰ ἀνειλόμην), ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου εβαλον κλῆρον. Πρὸς τῇ ἱστορίᾳ ἀλληγορικώτερον ̔Ιμάτια καὶ ̔Ιματισμὸς ̓Ιησοῦ ειναιδύνανται αἱ πρόχειροι τῶν γραφῶν λέξεις· ταύτας γὰρ ἀμφίσκεται καὶ περιβάλλεται ὁ θεὸς λόγος ὑφεστὼς κατὰ τὰ πνευματικὰ νοήματα. οἱ ουν ἑτερόδοξοι δήμιοι καὶ πνεύματα κυριοκτόνα τὰ ἱμάτια τοῦ σωτῆρος μερίζονται τὰς τῶν γραφῶν λέξεις. εκαστος γὰρ αὐτῶν τὰς μὲν δέχεται τῶν γραφῶν, τὰς δὲ ου, καίτοι τοῦ χιτῶνος ̓Ιησοῦ ἀσχίστου τυγχάνοντος διὰ τὸ ειναι αρραφον· οὐ γὰρ βεβιασμένην ενωσιν ἀλλὰ συμφυῆ εχει. εστιν δὲ καὶ ανωθεν διὰ τὸ θεόπνευστος ειναι ὑφαντὸς δι' ολου· διὰ πάσης γὰρ δυνάμεως ἡ γραφὴ ανωθέν ἐστιν. ̔Η δὲ ἐκκλησία οὐ μερίζεται τὰ ἱμάτια οὐδὲ κλῆρον βάλλει ἐπ' αὐτοῖς· ολα γὰρ εχει καὶ ἐνδέδυται παραστᾶσα ἐκ δεξιῶν ̓Ιησοῦ οια Βασιλὶς ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. ὑπεραναβᾶσα δὲ ταῦτα τὰ ἱμάτια καὶ αὐτὸν ̓Ιησοῦν ἐνδύσεται οντα σοφίαν καὶ δύναμιν πατρός, σοφὴ καὶ δυνατὴ γινομένη. 188 Ps 21,20 Ταῦτα δὲ ποιούντων ἐκείνων, Μὴ μακρύνῃς τὴν βοήθειάν μου· σοῦ γὰρ βοηθοῦντος καὶ εἰς τὴν ἀντίληψίν μου προσέχοντος, τριταῖος ἀναστὰς ἐκ νεκρῶν ματαίαν τὴν κατ' ἐμοῦ ἐπιβουλὴν ἀναδείξω. 189 Ps 21,21a ̓Επεὶ οἱ περικυκλώσαντές με ἐχθροὶ κατ' ἐμοῦ φονῶντες μάχαιραν εχουσιν οὐ σῶμα ἀλλὰ ψυχὴν τρῶσαι δυνατήν, ̔Ρῦσαι ἀπὸ τῆς τούτων ῥομφαίας τὴν ψυχήν μου, ἀβλαβῆ αὐτὴν ἀπὸ ταράχου καὶ δειλίας φυλάττων. εἰ γὰρ καὶ ἱκανῶς παρεσκεύασται ἡ ἡμετέρα ψυχή, ἀλλά γε θεωροῦσα τὸν διάβολον μετὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καὶ τοῦ στίφους τῶν ἀντικειμένων ἐνεργειῶν καὶ πονηρῶν ἀνθρώπων, ὑπ' αὐτῶν ἐνεργουμένων ταραχθεῖσα (τρεπτῆς γάρ ἐστι φύσεως) σύμμαχον εχειν παρακαλεῖ τὸν δυνάμενον ῥύσασθαι ἀπὸ τῆς ῥομφαίας τῶν πολεμίων. Τάχα δὲ καὶ αὐτὸς ὁ διάβολος ἀλληγορικῶς ῥομφαία λέγοιτο, ἐπεὶ τολμᾷ κατὰ πάσης ψυχῆς τρῶσαι αὐτὴν προαιρούμενος· καὶ ἐκ ταύτης τοίνυν τῆς ῥομφαίας ῥυσθῆναι παρακαλεῖ. 190 Ps 21,21b Ους πρότερον πληθυντικῶς περικυκλώσαντας αὐτὸν κύνας ειπεν, νῦν ἑνικῶς διὰ τὸ γένος καλεῖ. μονογενῆ δὲ αὐτοῦ τὴν ψυχὴν ειπεν διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν αλλων ψυχῶν. πᾶσαι μὲν γὰρ ἐκεῖναι εγνωσαν ἁμαρτίαν, αυτη δὲ ου. κἀκείναις μὲν ἐκ διαλειμμάτων ἐπιφοιτᾷ καὶ σύνεστιν ὁ θεὸς λόγος, ταύτῃ δὲ ἀχωρίστως καὶ ἀδιαστάτως μέχρι τέλους ἀδιάζευκτος διαμενεῖ. ταῦτ' ουν τὰ