50
ἐπιδοθῆναι τῆς πολιτείας ὑμῶν τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν προκειμένων ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν σήμερον; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Πολύς ἐστιν οὗτος ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω τὸν Ἰωάννην στρέφων, καὶ τὴν μαρτυρίαν αὐτοῦ πολλαχοῦ περιφέρων. Ποιεῖ δὲ οὐχ ἁπλῶς τοῦτο, ἀλλὰ καὶ σφόδρα συνετῶς. Ἐπειδὴ γὰρ πολὺ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι (καὶ γὰρ καὶ ὁ Ἰώσηπος τῇ τούτου τελευτῇ τὸν πόλεμον λογίζεται, δι' αὐτόν τε δείκνυσι μηδὲ πόλιν εἶναι τήν ποτε μητρόπολιν οὖσαν, καὶ μακροὺς συνείρει περὶ αὐτοῦ λόγους ἐγκωμίων)· ἀπ' αὐτοῦ τοίνυν τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ Προδρόμου μαρτυρίας. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ' ἕκαστον τῶν ἐπ' αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς, καὶ ὀδυρμὸς πολὺς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ τοῦ Ὠσηὲ μεμνημένοι, ὅταν ἐξ Αἰγύπτου πάλιν ἀναβαίνῃ, Ἐξ Αἰγύπτου, λέγοντα καὶ αὐτὸν, ἐκάλεσα τὸν υἱόν μου· καὶ πανταχοῦ τοῦτο ποιοῦσιν. Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας μόνον, ἀλλὰ καὶ τὸν ζῶντα καὶ παραγενόμενον ὑποδείξαντα καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς· οὐ τὸν ∆εσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῇ τῶν ἀκροατῶν ἀσθενείᾳ συγκαταβαίνων. Ὥσπερ γὰρ εἰ μὴ τὴν τοῦ δούλου μορφὴν ἔλαβεν, οὐκ ἂν εὐπαράδεκτος γέγονεν· οὕτως εἰ μὴ τῇ τοῦ δούλου φωνῇ τὰς ἀκοὰς τῶν ὁμοδούλων προεγύμνασεν, οὐκ ἂν οἵ γε πολλοὶ τῶν Ἰουδαίων τὸν λόγον ἐδέξαντο. βʹ. Πρὸς δὲ τούτῳ καὶ ἕτερον κατεσκευάζετο μέγα τι καὶ θαυμαστόν. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν, ὕποπτον ποιεῖ τὴν μαρτυρίαν, καὶ προσίσταται πολλοῖς τῶν ἀκουόντων πολλάκις, ἕτερος περὶ αὐτοῦ παραγίνεται μαρτυρήσων. Χωρὶς δὲ τούτων, καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες· διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου πολλάκις καὶ συν 59.88 εχῶς. Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο· οἱ δὲ ἔτι κάτω στρεφόμενοι καὶ πολλοῖς προκαλύμμασι συγκεκαλυμμένοι, τῆς ταπεινοτέρας ταύτης ἐδέοντο. Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ' ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο. Ὁ γὰρ πέμψας με βαπτίζειν, φησὶν, ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, οὗτός ἐστιν. Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα. Τί οὖν οὗτός φησιν; Αὐτὸς μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων. Τί ἐστι τὸ, Κέκραγε; Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει. Καὶ τί ἀνακηρύττει; τί δὲ μαρτυρεῖ καὶ κέκραγεν; Οὗτος ἦν, φησὶν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Συνεσκιασμένη ἡ μαρτυρία, καὶ ἔτι πολὺ