51
ἐξαίρετα αὐτῇ συνόντα μονογενὴς ειναι αὐτοῦ λέγεται. Τάχα δὲ καὶ ἡ παραστᾶσα αὐτῷ ενδοξος ἐκκλησία, οὐκ εχουσα σπῖλον η ῥυτίδα, συμπληρουμένη ἐκ τῶν ἀμώμως τελείων, μονογενὴς αὐτοῦ τυγχάνει, ων προκοπτόντων εἰς τάγματα πολλὰ διῃρημένων διὰ τὴν ἐκ τῆς προκοπῆς διαφοράν· ἑξήκοντα γοῦν οὐσῶν βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν καὶ νεανίδων ων οὐκ εστιν ἀριθμός, μία αυτη ὑπὲρ πάσας ἐστὶν περιστερὰ τελεία μονογενὴς ουσα τῇ μητρὶ αὐτῆς τῇ ανω ̔Ιερουσαλήμ. 191 Ps 21,22 ̓Απὸ τοῦ μικρῷ πρόσθεν εἰρημένου λέοντος διαβόλου νῦν σωθῆναι παρακαλεῖ, ἀλλὰ καὶ τὴν ταπείνωσιν ἑαυτοῦ καθ' ην ̓Εταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. σωθῆναι δὲ βούλεται καὶ ἀπὸ κεράτων μονοκερώτων, αλλου ειδους ἀντικειμένης δυνάμεως βασιλείαν ἐπαγγελλομένης· βασιλείας γὰρ σύμβολον τὸ κέρας. εἰσὶν δὲ οἱ νομίζοντες τὸν σταυρὸν σημαίνεσθαι ἀπὸ τῆς προκειμένης λέξεως κέρατος σχῆμα φέροντα. 192 Ps 21,23 Καὶ ταύτην τὴν λέξιν ἐκ προσώπου Χριστοῦ εἰρῆσθαι ἡ πρὸς ̔Εβραίους ̓Επιστολή φησιν, ἀναφθεγγομένου πρὸς τὸν πατέρα· Ω πάτερ, τὸ σὸν ονομα, τουτέστιν τὴν σὴν ἰδιότητα καὶ οἰκειότητα, τὴν εννοιάν σου διηγήσομαι, φανερὰν αὐτὴν ποιῶν τοῖς γεναμένοις μου ἀδελφοῖς οις τὸ ἐμὸν πνεῦμα κατέπεμψας· πρὸς ους ῥηθείη αν οτι ̓Εστὲ υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν. ουτοι δέ εἰσιν οἱ τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκ θεοῦ λαβόντες, ινα τοῦ θεοῦ μὲν υἱοί, ἀδελφοὶ δὲ τοῦ μονογενοῦς ωσιν. καὶ ἐκ νεκρῶν γοῦν ἀναστάς, ἐπιφανεὶς ταῖς γυναιξίν, Πορευθεῖσαι, εφη, ειπατε τοῖς ἀδελφοῖς μου οτι ἠγέρθην. ἐν μέσῳ δὲ τῆς ἐκ τούτων συναγομένης ἐκκλησίας ὑμνήσει τὸν πατέρα, αινους καὶ παιᾶνας θεολογικοὺς ἀναπέμπων. 193 Ps 21,24 Κατὰ πλείονας τρόπους τοῦ ̓Ιακὼβ ὀνομαζομένου (σημαίνει γὰρ ἡ προσηγορία αυτη ὁτὲ μὲν τὸν θεῖον ανδρα, υἱὸν μὲν ̓Ισαάκ, πατέρα δὲ τῶν δώδεκα πατριαρχῶν, ὁτὲ δὲ τὸν ἐκ τούτου προελθόντα δωδεκάφυλον λαόν, ὁτὲ δὲ τὰς δέκα φυλὰς μόνας ἀποσχισθείσας τοῦ οικου ∆αυὶδ καὶ ἀκολουθησάσας τῷ ̔Ιεροβοάμ, ὁτὲ δὲ τὸν σωτῆρα αὐτὸν κατὰ τὸ ̓Ιακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ̓Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ταύτην γὰρ τὴν προφητείαν περὶ τοῦ σωτῆρος ὁ Ματθαῖος εἰρημένην εγραψεν) ζητητέον κατὰ τί τῶν σημαινομένων ειρηται τὸ Απαν τὸ σπέρμα ̓Ιακώβ, δοξάσατε αὐτόν. καὶ ὁ μὲν πολὺς ἐρεῖ· τοῦ πατριάρχου ̓Ιακὼβ τὸ σπέρμα τὸ δωδεκάφυλον ἐντραφὲν τῇ ἀναγνώσει τοῦ νόμου καὶ τῶν προφητῶν δοξάσαι βούλεται τὸν θεὸν καὶ διὰ νοημάτων καὶ λόγων καὶ εργων ἀγαθῶν. τάχα δέ, ἐπεὶ ψεῦδος ειη τοῦτο πολλῶν ἐκ τοῦ ̓Ιακὼβ γεγενημένων ἀπίστων καὶ προδοτῶν ̓Ιησοῦ, λέξει τις οτι τοῦ ̓Ιακὼβ τοῦ πτερνιστοῦ καὶ καταπαλαίσαντος τὸν θάνατον καὶ τὴν ἀντικειμένην δύναμιν ( ̓Ιησοῦς δέ ἐστιν ουτος) τὸ σπέρμα αὐτοῦ τὸ γενόμενον ἐκ διδασκαλίας δοξάσαι τὸν θεὸν απαν δυνήσεται. ἐπειδὴ δὲ καὶ ̓Ισραήλ ἐστιν ον προσεδέξατο ἡ ψυχὴ τοῦ θεοῦ ἐκλεκτὸν οντα σπέρμα αὐτοῦ, ῃ ̓Ισραήλ ἐστιν φοβηθήσεται τὸν θεόν. καὶ εκαστος δὲ τῶν μιμητῶν ̓Ιησοῦ, εἰ μὲν εχει τὴν πάλην πρὸς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου, ̓Ιακώβ ἐστιν πτερνίζων τοὺς ἀντιπάλους· εἰ δὲ καρδίαν εχει καθαρὰν καὶ νοῦν διαυγῆ, οψεται τὸν θεόν, ̓Ισραὴλ κατὰ τοῦτο τυγχάνων. παντὸς ουν τοῦ τοιούτου τὸ σπέρμα θεὸν φοβηθήσεται. 194 Ps 21,25 ̓Επεὶ οὐκ ἐξουδένωσεν ἐμοῦ τοῦ πτωχοῦ τὴν δέησιν οὐδὲ προσώχθισεν μυχθίζων αὐτήν, τούτου χάριν εὐχάριστοι γινόμενοι ἐπὶ τῷ ἐπηκοῦσθαι ὑπὸ κυρίου τὴν δέησιν ὑπὲρ ἡμῶν γινομένην αἰνέσατε καὶ δοξάσατε καὶ φοβήθητε αὐτόν. εἰ γὰρ καὶ ὡς πτωχὸς πρὸς αὐτὸν προσηυξάμην, ἀλλ' εἰδέναι ὀφείλετε οτι ἐγὼ πλούσιος ων, θησαυρὸς ων τοῦ πληρώματος τῶν ἀγαθῶν, δι' ὑμᾶς ἐπτώχευσα ινα διὰ τῆς ἐμῆς πτωχείας πλουσίους ὑμᾶς ποιήσω· οὐ γὰρ οιοί τε ητε σάρκα περικείμενοι δέξασθέ μου τὸν πλοῦτον τέως ἐκ μέρους γινώσκοντες καὶ προφητεύοντες. πτωχεύσας ουν δι' ὑμᾶς,