51
τὸ ταπεινὸν ἔχουσα. Οὐ γὰρ εἶπεν, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής· ἀλλὰ τί; Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Ἰωάννης οὐκ εὐθέως ἐπὶ τὰ ὑψηλὰ τοὺς Ἰουδαίους ἤγαγεν, ἀλλὰ τέως μικρὸν τῆς γῆς ἀναπτῆναι ἐδίδαξεν, εἰπὼν, ὅτι αὐτοῦ κρείττων ἦν ὁ Χριστός. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι. Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν ἀκροατῶν διανοίαις, ὅτι τοῦ μαρτυροῦντος ὁ μαρτυρούμενος μείζων, τοῦ παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς. Καὶ ὅρα πῶς συνετῶς εἰσάγει τὴν μαρτυρίαν. Οὐ γὰρ φανέντα μόνον ἐπιδείκνυσιν, ἀλλὰ καὶ πρὶν ἢ φανῆναι ἀνακηρύττει. Τὸ γὰρ, Οὗτός ἐστιν ὃν εἶπον, τοῦτο δηλοῦντός ἐστιν· ὥσπερ οὖν καὶ Ματθαῖος λέγει, ὅτι πάντων ἐρχομένων πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Τίνος οὖν ἕνεκεν καὶ πρὸ τοῦ φανῆναι τοῦτο ἐποίησεν; Ἵνα εὐπαράδεκτος ἡ μαρτυρία γένηται φανέντος, τῆς διανοίας ἤδη τῶν ἀκουσάντων προκατασχεθείσης τοῖς περὶ αὐτοῦ λεχθεῖσι, καὶ μηδὲν τῆς εὐτελοῦς περιβολῆς λυμαινομένης αὐτῇ. Εἰ μὲν γὰρ μηδὲν μηδ' ὅλως ἀκούσαντες 59.89 εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην, εὐθέως ἂν τὸ τοῦ σχήματος εὐτελὲς προσέστη τῷ μεγέθει τῶν λεγομένων. Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι. γʹ. Ὅπερ οὖν ἔφην, εἰ ὁμοῦ καὶ τῶν ῥημάτων τούτων ἤκουσαν, καὶ αὐτὸν ἐθεάσαντο, κἂν κατεγέλασαν τῆς μαρτυρίας τοῦ Ἰωάννου. Νῦν δὲ πρὶν ἢ φανῆναι τὸν Χριστὸν πολλάκις ἀκούοντες, καὶ ἐρεθιζόμενοι τοῖς λεγομένοις περὶ αὐτοῦ, τοὐναντίον ἔπασχον, οὐ τὴν τῶν ῥημάτων διδασκαλίαν ἀπὸ τῆς ὄψεως τοῦ μαρτυρηθέντος ἐκβάλλοντες, ἀλλὰ ἀπὸ τῆς πίστεως τῶν ἤδη λεχθέντων καὶ αὐτὸν λαμπρότερον εἶναι νομίζοντες. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, ὁ μετ' ἐμὲ κηρύσσων, οὐχ ὁ μετ' ἐμὲ γενόμενός ἐστι. Τοῦτο γοῦν καὶ ὁ Ματθαῖος αἰνίττεται λέγων, Ὀπίσω μου ἔρχεται ἀνήρ· οὐ περὶ τῆς ἐκ Μαρίας γεννήσεως αὐτοῦ λέγων, ἀλλὰ περὶ τῆς παρουσίας τῆς κατὰ τὸ κήρυγμα. Εἰ γὰρ περὶ τῆς γεννήσεως ἔλεγεν, οὐκ ἂν εἶπεν, Ἔρχεται, ἀλλ', Ἦλθε· γεγεννημένος γὰρ ἦν ὅτε ταῦτα ἐλέγετο. Τί οὖν ἐστι τὸ, Ἔμπροσθέν μου γέγονε; Λαμπρότερος, ἐντιμότερος. Μὴ γὰρ, ἐπειδὴ πρῶτος ἦλθον κηρύττων ἐγὼ, ἀπὸ τούτου μείζονα ἐκείνου με εἶναι νομίσητε· πολὺ γὰρ ἐλάττων ἐγὼ, καὶ τοσοῦτον ἐλάττων, ὡς μηδὲ εἰς δούλου τάξιν ἄξιος εἶναι καταλέγεσθαι. Τοῦτο γάρ ἐστι τὸ, Ἔμπροσθέν μου γέγονεν· ὅπερ ἑτέρως παραδηλῶν ὁ Ματθαῖος, ἔλεγεν. Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Ὅτι δὲ οὐδὲ τὸ, Ἔμπροσθέν μου γέγονε, περὶ τῆς εἰς τὸ εἶναι παρόδου εἴρηται, διὰ τῆς ἐπαγωγῆς δῆλόν ἐστιν. Εἰ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, περιττὸν τὸ ἐπαγόμενον ἦν τὸ, Ὅτι πρῶτός μου ἦν. Τίς γὰρ οὕτως ἠλίθιος καὶ ἀνόητος, ὡς ἀγνοῆσαι ὅτι ὁ ἔμπροσθεν αὐτοῦ γενόμενος, πρῶτος αὐτοῦ ἦν; Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν ἐστι τὸ λεγόμενον, ἀλλ' ἢ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. Ἄλλως δὲ καὶ ἀπερινόητον τὸ τοιοῦτον, καὶ ἡ αἰτία εἰκῆ προσέῤῥιπται.