1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

51

δημόσιον ἐπὶ τῷ προσχήματι τούτῳ μετήνεγκεν, ἐφ' ᾧ ἐνθένδε οἱ στρατιῶται οὗτοι σιτίζοιντο, καὶ ἀπ' αὐτοῦ ἔν τε τῇ ἄλλῃ πάσῃἙλλάδι καὶ οὐχ ἥκιστα ἐνἈθήναις αὐταῖς οὔτε τις ἐν δημοσίῳ οἰκοδομία ἀνενεώθη οὔτε ἄλλο ἀγαθὸν οἷόν τε ἦν γίνεσθαι. 26.34Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ μελλήσει ἐπέρρωσε. 26.35 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς ἐνἈλεξανδρείᾳ πτωχούς.Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ παραλαβὼν τὴνἈλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε, φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις ἐνδέδεικται πᾶσι. 26.36 πάντα γὰρ εὐθὺς τὰ τῆς πόλεως πωλητήρια ἐς τὸ καλούμενον μονοπώλιον καταστησάμενος ἄλλον μὲν ἐμπόρων οὐδένα ταύτην δὴ τὴν ἐργασίαν ἐργάζεσθαι εἴα, μόνος δὲ ἁπάντων αὐτὸς γεγονὼς κάπηλος παρεδίδοτο τὰ ὤνια πάντα, δηλονότι τὰς τούτων τιμὰς τῇ τῆς ἀρχῆς ἐξουσίᾳ σταθμώμενος, ἀπεπνίγετό τε τῇ τῶν ἀναγκαίων σπάνει ἡ τῶνἈλεξανδρέων πόλις, οὗ δὴ καὶ τοῖς τὰ ἔσχατα πενομένοις τὰ πρότερα εὔωνα διαρκῶς ἐγεγόνει πάντα. μάλιστα δὲ αὐτοὺς ἀμφὶ τῷ ἄρτῳ 26.37 ἐπίεζε. τὸν γὰρ σῖτον αὐτὸς ἐξ Αἰγυπτίων ὠνεῖτο μόνος, οὐδὲ ὅσον ἐς μέδιμνον ἕνα ἑτέρῳ ἐνδιδοὺς πρίασθαι, ταύτῃ τε τοὺς ἄρτους καὶ τὰ τῶν ἄρτων 26.38 τιμήματα διετίθετο ᾗπερ ἐβούλετο. πλοῦτον τοίνυν καὶ ἀμύθητον αὐτός τε δι' ὀλίγου περιεβάλετο καὶ 26.39 βασιλεῖ τὴν ἀμφὶ τούτῳ ἐπιθυμίαν ἐνεπλήσατο. καὶ τῶν μὲνἈλεξανδρέων ὁ δῆμος δέει τοῦἩφαίστου τὰ παρόντα σφίσιν ἡσυχῇ ἔφερον, ὁ δὲ αὐτοκράτωρ αἰδοῖ τῶν οἱ ἐς ἀεὶ ἐσκομιζομένων χρημάτων ἐν τοῖς μάλιστα ὑπερηγάπα τὸν ἄνθρωπον. 26.40 Βουλεύσας δὲἭφαιστος οὗτος ὅπως τὴν βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται, προσε26.41 πετεχνήσατο τάδε. ∆ιοκλητιανὸςῬωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι παρὰ τοῦ δημοσίου τῶνἈλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν 26.42 ἔτος διώρισε. ταῦτα ὁ δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι δεῦρο παρέ26.43 πεμψαν. ἀλλ'Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε, βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ᾗ ξυμφέρει τοῖς πράγμασι 26.44 μέχρι νῦν ταῦτα οἱ ἄνδρες οὗτοι κομίζοιντο. καὶ ἀπ' αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ σπουδῆς αὐτὸν μείζονος ἔσχεν,Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα, ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο. 27.1 Τὰ μὲν οὖνἸουστινιανῷ εἰργασμένα τοσαῦτά ἐστιν, ὥστε μηδὲ τὸν πάντα αἰῶνα τῷ περὶ αὐτῶν 27.2 λόγῳ ἐπαρκεῖν δύνασθαι. ὀλίγα δέ μοι ἄττα ἐκ πάντων ἀπολεξαμένῳ εἰπεῖν ἀποχρήσει, δι' ὧν αὐτοῦ ἔνδηλον καὶ τοῖς ὄπισθεν γενησομένοις τὸ ἦθος ἅπαν διαφανῶς ἔσται, καὶ ὡς εἴρων τε ἦν καὶ οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων αὐτῷ ἔμελεν, οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι, οὐ μὴν οὔτε τινὸς τὸ παράπαν αἰδοῦς ἢ τοῦ τῆς πολιτείας ξυμφόρου ἢ ὅτου τι προὔργου ἐς αὐτὴν γένοιτο, ἢ ὅπως σκήψεώς τινος τὰ πρασσόμενα τυχεῖν δύναιτο, οὔτε ἄλλο τι αὐτὸν ἐσῄει, ὅτι μὴ μόνη ἀφαίρεσις τῶν ἐν πάσῃ γῇ κειμένων χρημάτων. ἄρξομαι δὲ ἐνθένδε. 27.3Ἀρχιερέα κατεστήσατοἈλεξανδρεῦσιν αὐτὸς Παῦλον ὄνομα. ἐτύγχανε δὲῬόδων τις, Φοῖνιξ γένος, ἔχων 27.4 τηνικάδε τὴνἈλεξανδρείας ἀρχήν. ᾧ δὴ ἐπέστελλεν ἐς ἅπαντα Παύλῳ ὑπηρετεῖν προθυμίᾳ τῇ πάσῃ, ὅπως δὴ ἀτελεύτητον μένοι τῶν πρὸς αὐτοῦ ἐπαγγελλομένων 27.5 μηδέν. ταύτῃ γὰρ τῶνἈλεξανδρέων τοὺς αἱρετικοὺς ἑταιρίζεσθαι αὐτὸν ἐς τὴν ἐν Καλχηδόνι σύνοδον ᾤετο 27.6 δυνατὸν ἔσεσθαι. ἦν δέ τιςἈρσένιος, Παλαιστῖνος γένος, ὅσπερ Θεοδώρᾳ τῇ βασιλίδι ἐν τοῖς μάλιστα ἀναγκαιοτάτοις ἐπιτήδειος γεγονὼς, καὶ ἀπ' αὐτοῦ δύναμίν τε πολλὴν μεγάλα τε περιβαλλόμενος χρήματα 27.7 ἐς βουλῆς ἀξίωμα ἦλθε, καίπερ μιαρώτατος ὤν. οὗτος Σαμαρείτης μὲν ἦν, τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν ὀνόματος ἀντιλαβέσθαι τοῦ Χριστιανῶν 27.8 ἔγνω. ὁ μέντοι πατήρ τε καὶ ἀδελφὸς τῇ τούτου