1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

52

ὑπὲρ ὑμῶν πρὸς κύριον ἐκέκραξα, καὶ ὑπήκουσέν μου δοὺς ὑμῖν ἐκεῖνα ἐφ' οις πλούσιοι ἀπεφάνθητε. ουτω γάρ μου περὶ ὑμῶν πρεσβευομένου, Οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, ἀλλ' ετι μᾶλλον ἐπέλαμψέν μοι αὐτό· διὸ καὶ τὴν κραυγήν μου προσήκατο. 195 Ps 21,26a 195 Ανθρωποι μὲν ἐπὶ φανεροῖς εργοις καὶ ἐπιτηδεύμασιν ἐπαινοῦσιν, θεὸς δὲ τὸ κρυπτὸν ὁρῶν ἐπὶ τελείᾳ ἀρετῇ καὶ γνώσει ὑπερβαλλούσῃ ἐπαινεῖ. μεγάλου τινὸς ουν ἐστιν μετὰ παρρησίας εἰπεῖν· Παρὰ σοῦ, ω θεέ, ὁ επαινός μου, οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ' ἐπ' ἐκκλησίας μεγάλης· μεγάλη δὲ ἐκκλησία ἡ ἐκ τῶν καθ' εκαστον μεγάλων συναγομένη, ὡς ἐκκλησία πολλὴ ἡ ἐκ πολλῶν συλλεγομένη. 196 Ps 21,26b Εὐχή ἐστιν ὁμολογία γινομένη εὐχαριστίας, εἰ τῶνδέ τινων θεόθεν τεύξοιτο. 197 Ps 21,27 ∆ιττοῦ πλούτου κατὰ τὰς γραφὰς λεγομένου, ὡς τοὺς μὲν πλουτεῖν ἐν εργοις ἀγαθοῖς καὶ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, τοὺς δὲ πλουσίους ειναι ἐκ ψευδοδόξων δογμάτων καὶ πράξεων δυσαρέστων, ἀκόλουθον ἑκατέρῳ πλούτῳ ἐναντίαν ειναι πενίαν. καὶ ὁ τὸν μὲν θεῖον πλοῦτον εχων, τοῦ φαύλου στερούμενος, εχοι αν τὴν ἐναντίαν αὐτῷ πενίαν ὡς αμα πλούσιον καὶ πένητα ἐπαινετῶς αὐτὸν ειναι· ὡς αυ ὁ τὸν μοχθηρὸν πλοῦτον εχων εχοι αν καὶ τὴν ψεκτὴν πενίαν ἀντικειμένην τῷ πλούτῳ τῷ ἀληθινῷ. Περὶ τῶν ουν ἐπαινετῶς πενομένων τὸ Φάγονται πένητες καὶ ἐμπλησθήσονται ειρηται. ἐρεῖς δὲ πένητας καθ' α ειρηται ηδη καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πρότερον ἐλπίδα μὴ εχοντας καὶ ἀθέους ἐν κόσμῳ φαγομένους καὶ ἐμπλησθησομένους προσιόντας τῇ πίστει. 198 Ps 21,28 Πέρατα γῆς μνημονεύοντα θεοῦ καὶ ἐπιστρέφοντα ητοι τὰ εθνη η οἱ περάσαντες ἀπὸ γῆς τῷ τὸ πολίτευμα εχειν ἐν οὐρανῷ. Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. ̓Ιουδαῖοι οτε τὴν ̓Ιουδαίαν ῳκουν προσκυνεῖν ἐνώπιον θεοῦ ἐδόκουν ἐρχόμενοι ἐπὶ τὰ ̔Ιεροσόλυμα καὶ τὸν ναὸν ον ᾠκοδόμησεν Σαλομῶν. ταύτην τὴν τυπικὴν ἐν τόπῳ προσκύνησιν οὐχ οιά τε ην ἐπιτελεῖν τὰ εθνη οἰκοῦντα μέχρι τῶν γῆς ἐσχάτων· προσκυνεῖν δὲ πνεύματι καὶ ἀληθείᾳ ἐδιδάχθησαν, μένοντα οποι ποτ' αν ωσιν, ἐνώπιον θεοῦ τὴν προσκύνησιν ποιούμενα, οτε ὡς βούλεται θεὸς πολιτεύονται. τούτῳ συνᾴδει καὶ ἡ προφητεία λέγουσα· Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ, εκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν, ως φησιν Σοφονίας. 199 Ps 21,30ab Πίονες γῆς ειναι δύνανται οἱ τοῖς γηΐνοις ἐντεθραμμένοι, οιτινες, εἰς μετάνοιαν κεκλημένοι πνεύματι, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ὡς μηκέτι τὰ ἐπίγεια φρονεῖν, φαγόντες τὴν ὑπὸ ̓Ιησοῦ ὀρεγομένην πνευματικὴν τροφὴν προσεκύνησαν τῷ θεῷ πνεύματι καὶ ἀληθείᾳ. δυνατὸν δὲ πίονας τῆς γῆς εἰπεῖν τῶν ἐπὶ γῆς τοὺς διαφέροντας ητοι κοσμικὴν σοφίαν μετερχομένους η πλουτοῦντας καὶ αρχοντας αἰσθητῶς· καὶ ουτοι γὰρ φαγόντες τὴν παρὰ ̓Ιησοῦ τροφὴν ἀλεξητήριον ουσαν τῶν προκαταλαβόντων κακῶν προσκυνήσουσι τῷ θεῷ, εὑρόντες αὐτὸν ὑπὲρ πᾶσαν ην ειχον σοφίαν καὶ πλοῦτον καὶ ἀρχήν. Καταβαίνοντας δὲ εἰς γῆν ειποι αν τις τοὺς ἐξ οὐρανοῦ εἰς γῆν κατιόντας ἀγγέλους πάντας καὶ τῷ δεσπότῃ καὶ σωτῆρι προσκυνοῦντας κατὰ τὸ Προσκυνησάτωσαν αὐτῷ πάντες αγγελοι θεοῦ· ἐπίστησον δὲ εἰ καταβαίνειν εἰς γῆν δύνανται οἱ τὸν κοινὸν ἀναδεχόμενοι θάνατον, οιτινες προσκυνήσουσιν τὸν κύριον ὑπὲρ αὐτῶν εἰς τὰ κατώτερα μέρη τῆς γῆς γενόμενον. Ps 21,30c.31a Καλῶς δὲ τὴν ἑαυτοῦ ψυχὴν ζῆν ειπεν ἀλλ' οὐ δουλεύειν αὐτῷ τῷ δὲ σπέρμα δουλεύειν. ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι καὶ τῆς αὐτῆς δόξης μετείληφε καὶ τιμῆς. 200 Ps 21,31b.32 Τὸ Γενεὰ πορεύεται καὶ γενεὰ ερχεται ἐπὶ τῶν δύο λαῶν ἐκλαμβάνοντές τινες γενεὰν πορευομένην τοὺς ἐκ περιτομῆς εἰρήκασιν τῷ ἀποπεφοιτηκέναι τοῦ κυρίου διὰ τὸ γενεὰ σκολιὰ καὶ πονηρὰ γεγονέναι. ἐρχομένη δὲ γενεὰ ἡ ἀπὸ τῶν ἐθνῶν κλῆσις πρὸς αὐτὸν τὸν καλοῦντα σωτῆρα ἐπειγομένη. αυτη ουν ἀναγγελήσεται τῷ κυρίῳ πρὸς τῶν πρεσβευόντων