52
Τοὐναντίον γὰρ, εἰ τοῦτο ἐβούλετο δηλῶσαι, ἐχρῆν εἰπεῖν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, πρῶτός μου ἦν, ἐπειδὴ καὶ ἔμπροσθέν μου γέγονε. Τοῦ μὲν γὰρ πρῶτον εἶναι εἰκότως ἄν τις ταύτην δοίη τὴν αἰτίαν τὴν τοῦ γενέσθαι· τοῦ δὲ πρῶτον γενέσθαι, οὐκ ἔτι τὸ πρῶτον εἶναι αἴτιον. Ὃ δὲ ἡμεῖς λέγομεν σφόδρα ἂν ἔχοι λόγον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται. Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι· ἐπειδὴ δὲ περὶ τιμῆς διαλέγεται, εἰκότως τὴν δοκοῦσαν ἀπορίαν εἶναι λύει. Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν γέγονε· τουτέστιν, ἐντιμότερος ἐφάνη. Ταύτης τοίνυν τῆς ζητήσεως τίθησιν εὐθέως τὴν αἰτίαν· ἡ δὲ αἰτία, τὸ πρῶτον εἶναι αὐτόν. Οὐδὲ γὰρ ἔκ τινος, φησὶ, προκοπῆς πρῶτόν με ὄντα ὀπίσω ῥίψας ἔμπροσθεν γέγονεν, ἀλλὰ Πρῶτός μου ἦν, εἰ καὶ ὕστερος παραγίνεται. Καὶ πῶς, φησὶν, εἰ περὶ τῆς ἐκφάνσεως τῆς εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ' αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς ὡς ἤδη γεγενημένον λέγει; οὐ γὰρ εἶπε, Γενήσεται, ἀλλὰ, Γέγονεν. Ὅτι ἔθος τοῦτο τοῖς προφητεύουσιν ἄνωθέν ἐστιν, ὡς περὶ γεγενημένων πολλαχοῦ περὶ τῶν μελλόντων 59.90 διαλέγεσθαι. Ὁ γοῦν Ἡσαΐας περὶ τῆς σφαγῆς αὐτοῦ λέγων, οὐκ εἶπεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, ὅπερ ἦν μέλλοντος· ἀλλ', Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω σαρκωθεὶς ἦν, ἀλλ' ὅμως τὸ ἐσόμενον ὁ Προφήτης ὡς γεγενημένον λέγει. Καὶ ὁ ∆αυῒδ τὸν σταυρὸν δηλῶν, οὐκ εἶπεν, Ὀρύξουσι χεῖράς μου καὶ πόδας· ἀλλ', Ὤρυξαν χεῖράς μου καὶ πόδας· καὶ, ∆ιεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ προδότου διαλεγόμενος τοῦ μηδέπω γεννηθέντος, οὕτω πώς φησιν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ὁμοίως καὶ περὶ τῶν ἐν τῷ σταυρῷ γενομένων λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. δʹ. Βούλεσθε καὶ τὸ ἑξῆς ἐπαγάγωμεν, ἢ καὶ ταῦτα ἀπόχρη; Ἔγωγε οἶμαι. Εἰ γὰρ καὶ μὴ κατὰ πλάτος διωρύξαμεν τὸ χωρίον, ὅμως γ' οὖν κατὰ βάθος διεσκάψαμεν· οὐκ ἐλάττονα δὲ καὶ τοῦτο ἐκείνου πόνον ἔχει· καὶ δεδοίκαμεν μὴ κατατείναντες ὑμᾶς ἀμέτρως, ποιήσωμεν ἀναπεσεῖν. ∆ιὸ τέλος ἐπιθῶμεν τῷ λόγῳ τὸ προσῆκον. Ποῖον δέ ἐστι τὸ προσῆκον; ∆οξολογία ἡ πρέπουσα τῷ Θεῷ· πρέπει δὲ οὐχ ἡ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἡ διὰ τῶν πραγμάτων. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ οὐδὲν φωτεινότερον τῆς ἀρίστης πολιτείας, ἀγαπητέ. Τοῦτο δηλῶν καί τίς φησι τῶν σοφῶν· Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι. Λάμπουσι δὲ οὐκ αὐτοῖς μόνον τοῖς τὸ φῶς ἀνάπτουσι διὰ τῶν ἔργων, καὶ ὁδηγοῦσι πρὸς τὴν ὀρθὴν ὁδὸν, ἀλλὰ καὶ τοῖς πλησίον οὖσιν ἐκείνων. Ἐκχέωμεν τοίνυν τὸ ἔλαιον ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι τὸ φῶς. Τὸ γὰρ ἔλαιον τοῦτο οὐ νῦν μόνον πολλὴν ἔχει τὴν ἰσχύν· ἀλλ' ὅτε καὶ αἱ θυσίαι ἤνθουν, παρευδοκίμησε πολλῷ τῷ τρόπῳ τὴν ἐκείνων δύναμιν· Ἔλεον γὰρ, φησὶ, θέλω καὶ οὐ θυσίαν καὶ μάλα εἰκότως. Ἐκεῖνο μὲν γὰρ ἄψυχον τὸ θυσιαστήριον, τοῦτο δὲ ἔμψυχον· κἀκεῖ μὲν τὸ ἐπικείμενον ἅπαν τοῦ πυρὸς γίνεται δαπάνη, καὶ τελευτᾷ εἰς κόνιν, καὶ διαχεῖται εἰς τέφραν, καὶ εἰς τὴν τοῦ ἀέρος ὁ καπνὸς ἀναλύεται φύσιν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλ' ἑτέρους φέρει τοὺς καρπούς. Καὶ ταῦτα ὁ Παῦλος ἐδήλωσε λέγων (τῆς γὰρ φιλοπτωχίας τῶν Κορινθίων τοὺς θησαυροὺς διηγούμενος, οὕτως ἔγραφεν)· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· καὶ πάλιν, ∆οξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ τῇ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς. Ὁρᾷς εἰς