1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

52

δυνάμει θαρσοῦντες διαγεγόνασι μὲν ἐν Σκυθοπόλει, περιστέλλοντες τὴν πάτριον δόξαν, γνώμῃ δὲ αὐτοῦ 27.9 ἀνήκεστα τοὺς Χριστιανοὺς εἰργάζοντο πάντας. διὸ δὴ οἱ πολῖται σφίσιν ἐπαναστάντες ἄμφω ἔκτειναν θανάτῳ οἰκτίστῳ, κακά τε πολλὰ ξυνηνέχθη Παλαιστί27.10 νοις ἐνθένδε γενέσθαι. τότε μὲν οὖν αὐτὸν οὔτεἸουστινιανὸς οὔτε βασιλὶς κακόν τι ἔδρασαν, καίπερ αἰτιώτατον γεγονότα δυσκόλων ἁπάντων, ἀπεῖπον δὲ αὐτῷ ἐς Παλάτιον μηκέτι ἰέναι· ἐνδελεχέστατα γὰρ τούτου 27.11 δὴ ἕνεκα πρὸς τῶν Χριστιανῶν ἠνωχλοῦντο. οὗτοςἈρσένιος βασιλεῖ χαριεῖσθαι οἰόμενος οὐ πολλῷ ὕστερον ξὺν τῷ Παύλῳ ἐς τὴνἈλεξάνδρειαν στέλλεται, ὡς δὴ τά τε ἄλλα ὑπηρετήσων καὶ τὴν ἐς τοὺςἈλεξανδρεῖς πειθὼ ξυγκατεργασόμενος αὐτῷ δυνάμει τῇ 27.12 πάσῃ. ἰσχυρίζετο γὰρ ὑπὸ τὸν χρόνον τοῦτον, ἡνίκα οἱ τοῦ Παλατίου ἀποκεκλεῖσθαι ξυνέπεσε, τῶν ἐν Χριστιανοῖς οὐκ ἀμελέτητος γεγονέναι δογμάτων ἁπάντων. 27.13 ὅπερ τὴν Θεοδώραν ἠνίασε· τὴν ἐναντίαν γὰρ ἐσκήπ27.13 τετο τῷ βασιλεῖ ἐς τοῦτο ἰέναι, ὥς μοι ἐν τοῖς ἔμπρο27.14 σθεν λόγοις εἴρηται. ἐπεὶ οὖν ἐνἈλεξανδρεῦσιν ἐγένοντο, διάκονόν τινα Ψόην ὄνομαῬόδωνι Παῦλος παρέδωκε τεθνηξόμενον, φάσκων δὴ αὐτὸν μόνον οἱ αὐτῷ ἐμποδὼν ἵστασθαι τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα 27.15 ὑποτελέσαι. τοῖς δὲ βασιλέως γράμμασιῬόδων ἠγμένος, συχνοῖς τε οὖσι καὶ λίαν σπουδαίοις, αἰκίζεσθαι τὸν ἄνθρωπον ἔγνω. καὶ ὃς ὑπὸ τῆς βασάνου κατα27.16 τεινόμενος αὐτίκα θνήσκει. ἅπερ ἐπεὶ ἐς βασιλέα ἦλθεν, ἐγκειμένης ἰσχυρότατα τῆς βασιλίδος, ἅπαντα βασιλεὺς ἐπὶ Παύλῳ τε καὶῬόδωνι καὶἈρσενίῳ εὐθὺς ἐκίνει, ὥσπερ τῶν πρὸς αὐτοῦ τούτοις δὴ τοῖς 27.17 ἀνθρώποις ἐπηγγελμένων ἐπιλελησμένος ἁπάντων. Λιβέριον οὖν τῶν ἐκῬώμης ἄνδρα πατρίκιον καταστησάμενος ἐπὶ τῆςἈλεξανδρέων ἀρχῆς καὶ τῶν δοκίμων ἱερέων τινὰς ἐς τὴνἈλεξάνδρειαν ἔστειλε τὴν τοῦ πράγματος ποιησομένους διάγνωσιν, ἐν οἷς καὶ ὁῬώμης ἀρχιδιάκονος Πελάγιος ἦν, τὸ Βιγιλίου τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον, ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ 27.18 Βιγιλίου· τοῦ τε φόνου ἐληλεγμένου Παῦλον τῆς ἱερωσύνης εὐθὺς καθεῖλον, φυγόντα δὲῬόδωνα ἐς Βυζάντιον τήν τε κεφαλὴν ἀφείλετο ὁ βασιλεὺς καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο, καίπερ τρισκαίδεκα ἐπιστολὰς τοῦ ἀνθρώπου ἐνδειξαμένου, ἅσπερ αὐτῷ βασιλεὺς ἔγραψε σπουδάζων τε καὶ διατεινόμενος ἄγαν ἐπαγγέλλων τε ἅπαντα τῷ Παύλῳ ὑπηρετεῖν ἐπιτάττοντι καὶ μηδ' ὁτιοῦν ἀντιτείνειν, ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη. 27.19Ἀρσένιόν τε Λιβέριος γνώμῃ Θεοδώρας ἀνεσκολόπισε, καὶ αὐτοῦ τὰ χρήματα δημοσιοῦν βασιλεὺς ἔγνω, καίπερ οὐδὲν αὐτῷ ἐπεγκαλεῖν ἔχων ἢ ὅτι ξὺν τῷ Παύλῳ δίαιταν εἶχε. 27.20 Ταῦτα μὲν οὖν εἴτε ὀρθῶς εἴτε ἄλλῃ πη αὐτῷ εἴργασται, οὐκ ἔχω εἰπεῖν, ὅτου δὲ δὴ ἕνεκα ταῦτά μοι 27.21 εἴρηται αὐτίκα δηλώσω. ὁ Παῦλος χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἥκων ἑπτά τε χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ τούτῳ προέμενος ἠξίου τὴν ἱερωσύνην 27.22 ἀπολαβεῖν ἅτε αὐτὴν οὐδενὶ νόμῳ ἀφῃρημένος.Ἰουστινιανὸς δὲ τά τε χρήματα ἐδέξατο πρᾴως καὶ τὸν ἄνθρωπον ἐν τιμῇ ἔσχεν, ἀρχιερέα τε ὡμολόγησενἈλεξανδρεῦσιν αὐτὸν καταστήσεσθαι αὐτίκα δὴ μάλα, καίπερ ἑτέρου τὴν τιμὴν ἔχοντος, ὥσπερ οὐκ εἰδὼς ὅτι δὴ τοὺς αὐτῷ ξυνοικήσαντάς τε καὶ ὑπουργεῖν τετολμηκότας ἔκτεινέ τε αὐτὸς καὶ τὰς οὐσίας ἀφείλετο. 27.23 ὁ μὲν οὖν Σεβαστὸς ἐς ἄγαν διατεινόμενος τὸ πρᾶγμα ἐν σπουδῇ ἐποιεῖτο, Παῦλος δὲ διαρρήδην ἐπίδοξος 27.24 ἦν τὴν ἱερωσύνην ἀπολήψεσθαι μηχανῇ πάσῃ. ἀλλὰ Βιγίλιος τηνικάδε παρὼν εἴκειν βασιλεῖ τὸ τοιοῦτον ἐπιτάττοντι οὐδαμῇ ἔγνω. ἔφασκε γὰρ οὐχ οἷός τε εἶναι ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον διειργάσθαι, 27.25 τὴν Πελαγίου παραδηλῶν γνῶσιν. οὕτως ἄλλου οὐδενὸς τῷ βασιλεῖ τούτῳ ὅτι μὴ χρημάτων ἀφαιρέσεως ἀεὶ ἔμελεν. εἰρήσεται δὲ καὶ ἄλλο τοιόνδε. 27.26 Φαυστῖνος ἦν τις, Παλαιστῖνος γένος, Σαμαρείτης μὲν γεγονὼς ἄνωθεν, ὀνόματος δὲ τοῦ Χριστιανῶν 27.27 ἀντιλαμβανόμενος ἀνάγκῃ τοῦ νόμου.