53
ὑπὲρ αὐτῆς λεγόντων· Πρὸς σὲ εθνη ηξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ Πάντα τὰ εθνη οσα ἐποίησας ηξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. ταύτην γὰρ αὐτὸν ἐρχομένην τὴν γενεὰν οὐκ ἐκβάλλει ὁ λέγων σωτήρ· Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω εξω. ευ δὲ καὶ τὸ εἰπεῖν τὸν ἐρχόμενον καὶ οὐ τὸν ἐλθόντα· τὸν γὰρ ἀεὶ ἐνεργοῦντα τὸ πρὸς αὐτὸν ηκειν τῷ πράττειν τὰ τῆς ἀρετῆς οὐκ ἐκβάλλει εξω. καὶ γενεὰ ουν περὶ ης ὁ λόγος οὐκ ηλθεν ἀλλ' ερχεται πρὸς αὐτὸν τὰ τῆς πίστεως περιέπουσα. αὐτοὶ δὲ ουτοι οἱ ἀναγγέλλοντες τῷ κυρίῳ τὴν ἐρχομένην γενεὰν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην τὴν διὰ πίστεως ̓Ιησοῦ εἰς πάντας τοὺς πιστεύοντας ἐνεργουμένην ἀναγγελοῦσιν τῷ τεχθησομένῳ θεῖον τόκον λαῷ, ῳ ὁ κύριος ἐποίησεν, περιποιησάμενος αὐτὸν διὰ τοῦ ἰδίου αιματος, καλέσας τὸν οὐ λαὸν λαὸν ἑαυτοῦ.
201 Ps 22,1b-3a ̔Ο διὰ τὸ κατορθῶσαι τὸ πρᾶον καὶ εὐσταθὲς Χριστοῦ
πρόβατον χρηματίσας περὶ τοῦ καλοῦ ποιμένος ἐρεῖ Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ἀπάγει γάρ με ἐπὶ τὴν σωτήριον νομήν, ενθα θεῖαι βοτάναι, περὶ ης αὐτὸς ὁ ποιμὴν περὶ τοῦ ἰδίου προβάτου φησὶν Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Τάχα δὲ τόπος χλόης ἡ θεία παίδευσις ειναι δύναται, ενθα πνευματικὴ πόα εὑρίσκεται ἠθικὴ ουσα διδασκαλία. ἐν τούτῳ ουν τῷ τόπῳ Κατεσκήνωσέν με, οὐ κατῴκισεν· βούλεται γάρ με, ἐς οσον προκόπτω, χρᾶσθαί με τῇ τοιαύτῃ νομῇ τελείως. εις γὰρ οὐ ποιμένος ἀλλὰ παιδευτοῦ καὶ διδασκάλου, ἐκ προβάτου ανθρωπος γεγονώς, πειραθήσομαι. ̓Επὶ υδατος ἀναπαύσεως ἐξέθρεψέν με. τὸ γὰρ ἠθικὸν μάθημα οὐ μόνον ακος ἐστὶ δίψης, ἀλλὰ καὶ λύσιν ἁμαρτημάτων παρέχει. Τὴν ψυχήν μου ἐπέστρεψέν με· εἰ γὰρ καὶ πρόβατον ον πεπλάνημαι ἐκτὸς τῆς νομῆς διὰ τοῦ ἁμαρτάνειν γεγονός, ἀλλ' ὁ ἐπιστρέφων τὸ πεπλανημένον ποιμὴν τὴν ψυχήν μου ἐπέστρεψεν. σημειωτέον οτι οὐδεὶς κακὸς φύσει τῷ δεκτικὸς ειναι ἐπιστροφῆς. ἐπιστρέφεται δέ τις ἐκεῖ ενθα τὴν ἀρχὴν διῆγεν. συμβεβηκυῖα αρα ἡ ἁμαρτία τοῖς ἀποστραφεῖσι θεόν· διὸ καὶ ἀναιρεθείη. 202 Ps 22,3bc Περὶ τοῦ ποιμένος φησὶν τὸ ̔Ωδήγησέν με, προάγοντος καὶ ὁδοποιοῦντος ιν' ἐπιβαίνωμεν αις αὐτὸς ετριψε τρίβοις ἐπακολουθοῦντες τοῖς ιχνεσιν αὐτοῦ. οτ' αν γὰρ τὰ ιδια πρόβατα ἐκβάλῃ, εμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ ιδια πρόβατα αὐτῷ ἀκολουθεῖ. δικαιοσύνην δὲ λέγει τὴν εξιν καθ' ην πρακτικοὶ τῶν δικαίων ἐσμέν, τρίβους δὲ αὐτῆς τὰ κατ' αὐτὴν ἐπιτελούμενα. η τάχα δικαιοσύνη ἐστὶν ἡ καθ' ολου καὶ γενικὴ ἀρετή, τρίβοι δὲ αὐτῆς αἱ κατ' ειδος ἀρεταί. ενεκεν ουν τῆς ἐπικληθείσης αὐτοῦ ἐπ' ἐμὲ προσηγορίας ὡδήγησέν με ἐπὶ τὰς προειρημένας τρίβους τῆς δικαιοσύνης. 203 Ps 22,4ab Οτ' αν συνῇ θεός, οὐδὲν τῶν ἐπιβλαβῶν βλάψαι η ζημιῶσαι δύναται, ως φησιν ὁ προφήτης· ̓Ιδοὺ κύριος βοηθήσει μοι· τίς κακώσει με; ειποτ' ουν καὶ πορευθείην ἐν θλιβεροῖς καὶ ἐπιπόνοις α λέγεται σκιὰ θανάτου, οὐ φοβηθήσομαι τὰ κακωτικά, θεὸν εχων μετ' ἐμαυτοῦ. κακὰ δὲ ἐνταῦθα οὐ τὰ κυρίως λέγει ἀλλὰ τὰ ἐπίπονα, πενίαν, νόσον, δυσφορίαν καὶ τὰ παραπλήσια, περὶ ων ὁ ̓Ιώβ· Τὰ κακὰ οὐχ ὑποίσομεν. οὐ γὰρ θεόν τις εχων μεθ' ἑαυτοῦ γίνεται ενθα κακὰ τὰ ἀντικείμενα τοῖς κυρίως ἀγαθοῖς· μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος θεῷ. 204 Ps 22,4c Τὴν μὲν ῥάβδον ἐπιτιμᾶν φησιν καὶ παιδεύειν κατὰ τὸ Τί θέλετε; ἐν ῥάβδῳ ελθω πρὸς ὑμᾶς; τὴν δὲ βακτηρίαν ὑποστηρίζειν διὰ συμβουλῆς προτροπῆς τε καὶ παραινέσεως. 205 Ps 22,5a 205 ̓Εν ἀρχαῖς ἐφάσκομεν τὸν ἐν ταῖς προκοπαῖς οντα κατασκηνοῦν εἰς τόπον χλόης. ἐπεὶ ουν ὁ προκόπτων καὶ ἐπὶ τὸ τέλος φθάσειεν, οὐκ ετι μείνας πρόβατον ἀλλὰ λογικὸς ἀναδειχθείς, τράπεζαν εχει λογικῶν τροφῶν ηὐτρεπισμένην ὑπὸ κυρίου. τῷ γὰρ κυρίῳ τυγχάνοντι καὶ σοφίᾳ ἑτοιμασάσῃ τὴν ἑαυτῆς τράπεζαν, ἐφ' ῃ τὰ ιδια θύματα παρέθηκεν, εὐχαριστῶν φησιν ̔Ητοίμασας