53
εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην; Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ' ἑκάστην ἡμέραν. Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία· μόνον ἂν ἐκ δικαίου κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ 59.91 μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν. Ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον, ἢ ἐξιλεώσειε τὸν Θεόν. ∆ιὸ πάσῃ δεῖ κεχρῆσθαι σπουδῇ, ὥστε μὴ ἐν τάξει θεραπείας τὸν τιμώμενον ἐξυβρίζειν. Εἰ γὰρ τὰ δευτερεῖα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην τὴν ἐσχάτην, ὅταν καὶ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμέν τι, πῶς οὐ πεισόμεθα χαλεπώτερα; ∆ιὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Ὥσπερ οὖν ἔλαιον οὐκ ἂν τέκοι λίθος, οὕτως οὐδὲ ἀπήνεια φιλανθρωπίαν. Ὅταν γὰρ τοιαύτην ἔχῃ ῥί 59.92 ζαν, οὐκ ἔτι ἐλεημοσύνη τὸ τοιοῦτόν ἐστι. ∆ιὸ παρακαλῶ μὴ πρὸς τοῦτο ὁρᾷν μόνον, ὅπως παρέχωμεν τοῖς δεομένοις, ἀλλὰ καὶ ὅπως μὴ ἐκ τῆς τῶν ἑτέρων ἁρπαγῆς. Εἷς γὰρ εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς ἀκούσεται ὁ ∆εσπότης; Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι πολλῆς φιλανθρωπίας καὶ ἐλέους καὶ συγγνώμης τυχεῖν ἐφ' οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, εἰς τὴν τῶν οὐρανῶν ἀνελθεῖν βασιλείαν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.91 ΟΜΙΛΙΑ Ι∆ʹ. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά βομεν, καὶ χάριν ἀντὶ χάριτος. αʹ. Πρώην ἐλέγομεν ὅτι Ἰωάννης τὴν ἀπορίαν λύων τῶν μελλόντων πρὸς ἑαυτοὺς ζητεῖν, πόθεν ὁ Χριστὸς ὕστερον ἐπὶ τὸ κήρυγμα ἐλθὼν, πρῶτος αὐτοῦ γέγονε καὶ λαμπρότερος, ἐπήγαγε τὸ, Ὅτι πρῶτός μου ἦν. Καὶ μία μὲν αὕτη αἰτία· τίθησι δὲ καὶ δευτέραν πάλιν ἣν νῦν φησι. Τίς δέ ἐστιν αὕτη; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς, φησὶ, πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Καὶ μετὰ τούτων λέγει πάλιν καὶ ἄλλην. Ποίαν δὲ ταύτην; Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν; Ἐπὶ γὰρ τοῦτο τέως ἀκτέον τὸν λόγον. Οὐ μεθεκτὴν, φησὶν, ἔχει τὴν δωρεὰν, ἀλλ' αὐτοπηγὴ καὶ αὐτόριζα ἐστὶ πάντων τῶν καλῶν, αὐτοζωὴ, καὶ αὐτοφῶς, καὶ αὐτοαλήθεια· οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης· ἐν οὐδενὶ γὰρ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας, ἀλλ' ἀεὶ πηγάζων καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν, ἐπὶ τῆς αὐτῆς μένει τελειότητος. Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι (παρ' ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον· μᾶλλον δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα παραστῆσαι δύναται ὅπερ ἐπιχειροῦμεν εἰπεῖν. Σταγόνα μὲν γὰρ ἀπὸ πελάγους ἂν ἐξέλῃς, αὐτῷ τούτῳ τὸ πέλαγος ἠλάττωσας, εἰ καὶ ἀφανὴς ἡ ἐλάττωσις. Ἐπὶ δὲ τῆς πηγῆς ἐκείνης οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλ' ὅσον ἄν τις ἀρύσηται, μένει μηδὲν ἐλαττουμένη. ∆ιὸ χρὴ μάλιστα ἐφ' ἕτερον ὑπόδειγμα ἐλθεῖν· ἀσθενὲς μὲν γὰρ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν. Ὑποθώμεθα γὰρ εἶναι πυρὸς πηγὴν, εἶτα ἀπὸ τῆς πηγῆς ἐκείνης μυρίους ἀνάπτεσθαι λύχνους, καὶ δὶς τοσούτους, καὶ τρὶς, καὶ πολλάκις· ἆρα οὐκ ἐπὶ τῆς αὐτῆς μένει πληρότητος τὸ πῦρ καὶ μετὰ τὸ μεταδοῦναι τοσούτοις τῆς