1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

54

ἐνώπιόν μου τράπεζαν, οὐκ ετι ἐπαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. ἐπίστησον δὲ εἰ καί, οσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι' ἐσόπτρου καὶ δι' αἰνίγματος τὴν ἀλήθειαν βλέπων πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον, μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ κατὰ τὸ Κἀγὼ διαθήσομαι ὑμῖν διαθήκην ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς ἐν τῇ ἀληθείᾳ· οθεν καὶ τὸ ̔Ητοίμασας ειρηται. ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ θεός, Α ὀφθαλμὸς οὐκ ιδεν καὶ ους οὐκ ηκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ τὸ ̓Ενώπιον δέ μου δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν Τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων καὶ διὰ τοῦτο θλιβόντων με. ἐνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ κύριος θέλων ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ῃ ἐπίκειται στερεὰ τροφή, ινα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς ἀντιστῆναι γενναίως πρὸς τοὺς θλιβόντας δυνηθῶ. καὶ γὰρ οτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας εχομεν τοὺς ἀντικειμένους· ῃ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη, καὶ οἱ ἀντικείμενοι πολλοί. 206 Ps 22,5b Τουτέστιν τὸν νοῦν δαψιλῶς ἐπιχέων αὐτό· τοῦτο δὲ τὸ χρῖσμα ἱερατικόν ἐστι μύρον ου σύμβολον εφερεν ̓Ααρών· ̔Ως μύρον γάρ φησιν ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν ̓Ααρών. 207 Ps 22,5c ̓Επεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία ἀλλὰ καὶ εἰς κρατῆρα ἐκέρασεν τὸν ἑαυτῆς οινον, ἐξ αὐτῆς γεγενημένον ουσης ἀμπέλου ἀληθινῆς, ἐκέρασεν δὲ τοῦτον τὸν οινον, καταμίξασα τὰ θεῖα θεωρήματα λέξεσιν ἀνθρωπίναις. ἐκ τούτου τοῦ κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, οπερ ποτήριον κράτιστον ον, τουτέστι τίμιον καὶ ἐξαίρετον τοῦ λαβόντος, λέγεται ὡς καὶ τὸ πνεῦμα τὸ αγιον χρηματίζει· τοῦ εἰληφότος αὐτό φησιν Καὶ τὸ ποτήριόν μου. εἰ δὲ φέροιτο τὸ Ποτήριόν σου τοιαύτην εχον διάνοιαν, σοῦ τοῦ κυρίου τὸ ποτήριόν ἐστιν, οπερ ινα πίω δέδωκας. οὐ γὰρ ἀνθρώπινον τὸ προειρημένον κρᾶμα τὸ πρὸς τῆς σοφίας προτεινόμενον. 208 Ps 22,6a Οὐ τοσοῦτον ἐξ εργων τις καρποῦται σωτηρίαν, οσον ἐκ χάριτος θεοῦ ἐλεήμονος οντος. ̔Ο γὰρ θεὸς πλούσιος ων ἐν ἐλέει διὰ πολλὴν προσοῦσαν αὐτῷ πρὸς ἀνθρώπους ἀγάπην Χριστῷ συνεζωοποίησεν τοὺς νεκροὺς δι' ἁμαρτήματα καὶ τὰ παραπτώματα γεγενημένους· οθεν καὶ ὁ αγιός φησιν· Καὶ τὸ ελεός σου καταδιώξεται, ἀεὶ ἐπερχόμενον καὶ ἐπιχεόμενόν μοι. οὐ γὰρ ποτὲ μὲν ποτὲ δὲ ου, ἀλλὰ Πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώκει με. πᾶσαι δὲ αἱ ἡμέραι τῆς ζωῆς ητοι οἱ διάφοροι φωτισμοὶ τῆς ἀληθείας καθ' ους ζωοποιούμεθα τυγχάνουσιν, η ὁ διὰ βίου παρὼν ἡμῖν Χριστός. 209 Ps 22,6b Εἰς τόπον μὲν χλόης κατασκηνοῖ, ἐν οικῳ δὲ κυρίου κατοικεῖ, οὐκ ἐπί τινα καιρὸν ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς τῆς ἀθανάτου, ἀδιαστάτως καὶ ἐπαλλήλως φωτιζόμενος. 210 Ps 23,1b-2 Μυστικώτερον δὲ τοῦ κυρίου γέγονεν ἡ γῆ, ὁπηνίκα κατελθὼν ἠλευθέρωσεν αὐτὴν τῶν τυραννικῶς κρατούντων αὐτὴν δαιμόνων, καταλύσας πάντα τὰ ἐπ' αὐτῆς ἀπατηλῶς ἐπιτελούμενα, μαγείαν, φαρμακείαν, τὰ χρηστήρια τῶν ἐπὶ γῆς δαιμόνων σὺν τοῖς περὶ ἀγαλμάτων καὶ θυσιῶν νόμοις. ἀλλὰ καὶ τὸ πλήρωμα αὐτῆς τοῦ κυρίου ἐστίν, ητοι τὰ πάντα ἐπ' αὐτῆς εθνη οἰκοῦντα· τὸ πλήρωμα τῶν ἀγαθῶν ο ἐπέβαλεν αὐτῇ κατὰ τὸ Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, Καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. ἀλλὰ καὶ ἡ οἰκουμένη· αυτη δέ ἐστιν ἡ ὑφ' ἡλίῳ ἐκκλησία αὐτοῦ αμα τοῖς κατοικοῦσιν αὐτήν. κατοικοῦσι δὲ ταύτην τὴν οἰκουμένην οἱ ἐκκλησιαστικῶς φρονοῦντές τε καὶ βιοῦντες. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, θαλασσῶν δὲ νοουμένων τῶν κατὰ τοὺς πειρασμοὺς περιστάσεων πολλὴν τρικυμίαν καὶ ἁλμυρίδα ἐχόντων. τότε γὰρ θεμελίωσιν καὶ εδραν ἀμετακίνητον ἡ ἐκκλησία λαμβάνει, οτ' αν τρικυμιῶν προσβαλλουσῶν ασειστος κατὰ τὴν πίστιν διαμένῃ. Καὶ ἐπὶ ποταμῶν