54
ἐνεργείας τῆς αὑτοῦ; Παντί που δῆλόν ἐστιν. 59.92 Εἰ δὲ ἐπὶ τῶν σωμάτων, τῶν μεριστῶν, τῶν ἐλαττουμένων ὑπὸ τῆς ἀφαιρέσεως, εὑρέθη τι τοιοῦτον ὃ καὶ μετὰ τὸ παρασχεῖν ἑτέροις τὰ παρ' ἑαυτοῦ οὐδὲν παραβλάπτεται, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου καὶ ἀκηράτου δυνάμεως ἐκείνης τοῦτο συμβήσεται. Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν. ∆ιὰ τοῦτο καὶ Ἰωάννης ἔλεγεν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· καὶ συνείρει τὴν αὑτοῦ μαρτυρίαν τῇ τοῦ Βαπτιστοῦ. Τὸ γὰρ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὐ τοῦ προδρόμου ἐστὶ ῥῆμα, ἀλλὰ τοῦ μαθητοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ νομίσητε, φησὶν, ὅτι ἡμεῖς οἱ συγγενόμενοι πολὺν αὐτῷ χρόνον, καὶ ἁλῶν, καὶ τραπέζης κοινωνήσαντες, χάριτι μαρτυροῦμεν. Καὶ γὰρ καὶ Ἰωάννης, ὁ μηδὲ εἰδὼς αὐτὸν πρὸ τούτου, ὁ μηδὲ συγγενόμενος, ἀλλὰ τοσοῦτον μόνον ὅτε ἐβάπτιζε, μετὰ τῶν ἄλλων αὐτὸν θεασάμενος, ἐβόα· Πρῶτός μου ἦν· ἐκεῖθεν πάντα λαβών· καὶ ἡμεῖς δὲ πάντες οἱ δώδεκα, οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τρισχίλιοι, οἱ πεντακισχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες, ἅπαν τὸ πλήρωμα τῶν πιστῶν, καὶ τῶν τότε, καὶ τῶν νῦν, καὶ τῶν αὖθις ἐσομένων, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Τί δὲ ἐλάβομεν; Χάριν ἀντὶ χάριτος, φησίν. Ἀντὶ ποίας ποίαν; Ἀντὶ τῆς Παλαιᾶς τὴν Καινήν. Ὥσπερ γὰρ ἦν δικαιοσύνη, καὶ δικαιοσύνη· Κατὰ δικαιοσύνην γὰρ, φησὶ, τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· καὶ πίστις, καὶ πίστις· Ἐκ πίστεως γὰρ εἰς πίστιν· καὶ υἱοθεσία, καὶ υἱοθεσία Ὧν ἡ υἱοθεσία, φησί· καὶ δόξα, καὶ δόξα· Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ· καὶ νόμος, καὶ νόμος· Ὁ νόμος, γὰρ, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με· καὶ λατρεία, καὶ λατρεία· Ὧν ἡ λατρεία, φησί· καὶ πάλιν, Πνεύματι Θεῷ λατρεύοντες· καὶ διαθήκη, καὶ διαθήκη· ∆ιαθήσομαι γὰρ ὑμῖν διαθήκη· καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· καὶ ἁγιασμὸς, καὶ ἁγιασμός· καὶ βάπτισμα, καὶ βάπτισμα· καὶ θυσία, καὶ θυσία· καὶ 59.93 ναὸς, καὶ ναός· καὶ περιτομὴ, καὶ περιτομή· οὕτω καὶ χάρις, καὶ χάρις. Ἀλλ' ἐκεῖνα μὲν ὡς τύποι, ταῦτα δὲ ὡς ἀλήθεια, ὁμωνυμίαν τινὰ, ἀλλ' οὐχὶ συνωνυμίαν φυλάττοντα· ἐπεὶ καὶ ἐν τοῖς τύποις καὶ ἐν ταῖς εἰκόσι, καὶ ὁ ἐπὶ τῶν χρωμάτων τῶν λευκῶν διὰ τοῦ μέλανος χρώματος ἐγχαραττόμενος, ἄνθρωπος λέγεται, καὶ ὁ δεξάμενος τὴν τῶν χρωμάτων ἀλήθειαν· καὶ ἐπὶ τῶν ἀνδριάντων, ὅ τε χρυσοῦς, ὅ τε πήλινος, ἀνδριὰς προσηγόρευται· ἀλλὰ τὸ μὲν ὡς τύπος, τὸ δὲ ὡς ἀλήθεια. βʹ. Μὴ τοίνυν ὡς ἀπὸ τῆς τῶν ὀνομάτων κοινωνίας, ταὐτότητα πραγμάτων νομίσῃς, ἀλλὰ μηδὲ ἀλλοτρίωσιν. Εἰ μὲν γὰρ τύπος ἦν, οὐκ ἦν ἀλλότρια τῆς ἀληθείας· εἰ δὲ σκιὰν ἐφύλαττεν, ἐλάττω τῆς ἀληθείας ἦν. Τί οὖν τὸ μέσον τούτων ἁπάντων; Βούλεσθε ἐπεξέλθωμεν, ἓν ἢ δύο τῶν εἰρημένων προχειρισάμενοι; Οὕτω γὰρ καὶ τὰ ἄλλα ἔσται ὑμῖν δῆλα· καὶ ὀψόμεθα πάντες ὡς ἐκεῖνα μὲν παίδων ἦν διδάγματα, ταῦτα δὲ γενναίων καὶ μεγάλων ἀνδρῶν· καὶ τὰ μὲν ὡς ἀνθρώποις, τὰ δὲ ὡς ἀγγέλοις νενομοθέτητο. Πόθεν οὖν ποιησόμεθα τὴν ἀρχήν; Βούλεσθε ἀπὸ τῆς υἱοθεσίας αὐτῆς; Τί δὴ οὖν τὸ μέσον ταύτης κἀκείνης; Ἐκείνη, ῥήματος ἦν τιμή· ἐνταῦθα δὲ καὶ τὸ πρᾶγμα ἕπεται. Καὶ περὶ μὲν ἐκείνης φησίν· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· περὶ δὲ ταύτης, ὅτι Ἐκ Θεοῦ ἐγεννήθησαν. Πῶς καὶ τίνι τρόπῳ; ∆ιὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Κἀκεῖνοι μὲν μετὰ τὴν τῶν υἱῶν προσηγορίαν, ἔτι πνεῦμα δουλείας εἶχον· δοῦλοι γὰρ μένοντες, οὕτως ἐτιμῶντο τῇ κλήσει ταύτῃ· ἡμεῖς δὲ ἐλεύθεροι γενόμενοι, τότε οὐκ ὀνόματι, ἀλλὰ πράγματι τὴν τιμὴν ἐδεξάμεθα. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Γεννηθέντες γὰρ ἄνωθεν, καὶ ὡς ἂν εἴποι τις ἀναστοιχειωθέντες, οὕτως ἐκλήθημεν υἱοί. Καὶ τῆς ἁγιωσύνης τὸν τρόπον εἴ τις καταμάθοι, τίς μὲν