55
ἡτοίμασεν αὐτήν. εὐτρεπῆ τὴν προειρημένην οἰκουμένην καὶ γῆν κατεστήσατο διὰ τῆς δοθείσης νομοθεσίας πρὸς τὸ δέξασθαι τὸ αγιον πνεῦμα, ἀφ' ου ὡς ἀπὸ πηγῆς τὰ ποικίλα χαρίσματα ῥέουσιν ποταμοὶ υδατος ζῶντος. ἐπὶ τῷ γὰρ εχειν τούτους τοὺς ποταμοὺς ἡτοίμασεν αὐτήν, θεμελιώσας αὐτήν, ὡς προείρηται, ἐπὶ θαλασσῶν.
211 Ps 23,4a Ἀπόκρισις φέρεται πρὸς τὸν ἐρωτήσαντα ἑρμηνεύουσα ὁποῖός
ἐστιν ουτος. ἀθῷος δὲ χερσίν ἐστιν ὁ ἀμέμπτους καὶ ἀθῴους πράξεις εχων, καθαρὰν δὲ καρδίαν εχει ὁ βελτίστην εξιν ἀναλαβὼν καὶ θεωρητικὸς ων τῆς ἀληθείας. 212 Ps 23,4b ̓Επὶ ματαίῳ τὴν ψυχήν ἐστιν λαβεῖν, οτ' αν τις λογικὴν ψυχὴν εχων γινώσκουσαν τί τὸ ὠφέλιμον καὶ βλαβερὸν μὴ χρῷτο τῇ γνώσει ταύτῃ, ωστε φεύγειν τὸ βλαβερὸν καὶ αἱρεῖσθαι τὸ ὠφέλιμον· ὡς καὶ νόμον ἐπὶ ματαίῳ εἰληφέναι φαμὲν τὸν ἀπ' αὐτοῦ μαθόντα τὰ ὑπαγορευόμενα καὶ ἐναλλὰξ χρώμενον ἐν τῷ ποιεῖν τὰ ἀπηγορευμένα. ὁ ουν ἑπόμενος ταῖς κρίσεσιν τῆς ψυχῆς ταῖς περὶ ἀγαθῶν καὶ κακῶν ὡς ἀναχωρῆσαι τῶν φαύλων μεταποιεῖσθαι δὲ τῶν ἀγαθῶν, ουτος Οὐκ ελαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. Τάχα δὲ καὶ λαβών τις ψυχὴν λογικήν, δεκτικὴν ἀρετῶν καὶ ἐπιστημῶν, καὶ μὴ δεξάμενος ταῦτα ων ἐστιν δεκτικός, ἀλλ' ἀπάτῃ τοῦ βίου καὶ μερίμνῃ βιωτικῇ καταξανθεὶς ἡδοναῖς καὶ πάθεσιν, ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ειληφεν. ὁ δ' ἐναντίως τούτῳ διακείμενος οὐκ ἐπὶ ματαίῳ αὐτὴν ελαβεν. καὶ ολος ματαιότης ματαιοτήτων ὁ τῶν πολλῶν βίος ἐστίν. 213 Ps 23,4c.5 Πρόσεστι τῷ περὶ ου ὁ λόγος καὶ εὐορκεῖν καὶ τὸ μὴ ἐπὶ δόλῳ πανούργως ὀμνύειν τῷ πλησίον. ὀμνύει δὲ ανευ δόλου μόνος καὶ πᾶς ὁ φυλάττων τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου. αθλον δὲ εξει παρὰ θεοῦ σωτῆρος αὐτοῦ εὐλογίαν ητις φθάννει ἐπὶ κεφαλὴν δικαίου. πνευματικὴ δὲ πάντως αυτη, οὐ χοϊκή. σὺν ταύτῃ δὲ τῇ εὐλογίᾳ καὶ ἐλεημοσύνην λήψεται παρὰ θεοῦ τοῦ σῴζοντος αὐτὸν ἐλέῳ καὶ χάριτι, διὰ τοῦτο καὶ μακάριος ἐσόμενος οτι ἐλεητικὸς καὶ κοινωνητικὸς γεγενημένος ἐλεηθήσεται. Μακάριοι γὰρ οἱ ἐλεήμονες, οτι αὐτοὶ ἐλεηθήσονται. 214 Ps 23,6 ̓Επεὶ μὴ περὶ ἑνός τινος ἀναβαίνοντος εἰς τὸ ορος τοῦ κυρίου καὶ ἱσταμένου εἰς τόπον αγιον αὐτοῦ ἡ ἐρώτησις γέγονεν, οὐδὲ ἡ ἀπόκρισις περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς ἀθῴου χερσὶν καὶ καθαροῦ τῇ καρδίᾳ. διὸ καὶ ἐπιφέρει τὸ Αυτη ἡ γενεὰ ζητούντων αὐτὸν ἀντὶ τοῦ Πάντες οἱ τοιοῦτοι καὶ τὴν ἐκ τῶν προειρημένων ἀρετὴν ἐσχηκότες γενεὰ ζητοῦντές εἰσι τὸν κύριον· ζητοῦντες δὲ ἐπὶ τῷ εὑρεῖν τὸ πρόσωπον τοῦ θεοῦ ̓Ιακώβ, ον θεωρῆσαι θέλουσιν ινα βελτιωθέντες ἐκ τῆς κατανοήσεως καὶ ἐκλάμψεως αὐτοῦ ειπωσιν· ̓Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. 215 Ps 23,8-10 Προτρέχοντες θεῖοι αγγελοι προσεφώνουν τοῖς ἐφεστηκόσιν ταῖς οὐρανίαις πύλαις· Αρατε πύλας, οἱ αρχοντες ὑμῶν, τὰς ὑμετέρας ων ἡγεῖσθε καὶ φύλακές ἐστε. ὡς γὰρ κατιών, κλίνας οὐρανὸν καὶ οὐκ ἀνοίξας κατῆλθεν, ουτως ἀναληφθείς, οὐκ ἀνοιχθεισῶν πυλῶν, εἰσῆλθεν, ἀλλὰ αἰρομένων. ειτα ἐπεὶ αυται αἱ πύλαι καὶ λογικαὶ τυγχάνουσιν, καὶ πρὸς αὐτὰς οἱ αγγελοί φασιν· ̓Επάρθητε, πύλαι αἰώνιοι. αυται δὲ αἱ πνευματικαὶ πύλαι οὐ πρόσκαιροι, ἐπεὶ μὴ σωματικαί, ἀλλ' αἰώνιοι διὰ τὸ αϋλον καὶ ἀκήρατον· πλὴν φάσκοντες ἀρθῆναι καὶ ἐπαρθῆναι τὰς πύλας, οὐχ ενα τῶν ἐπιδόξων εἰσελεύσεσθαι ἀλλὰ τὸν Βασιλέα τῆς δόξης φασίν. Βασιλεὺς δὲ δόξης ὁ σωτὴρ τῷ αρχειν πάντων τῶν ἐπιδόξων κατὰ θεὸν ειρηται καὶ ὡς τὴν παρὰ πάντων κομιζόμενος δόξαν καὶ τὴν ἀληθῆ καὶ μόνιμον εχων βασιλείαν. ταύτην δὲ παρέχων τοῖς ἀξίοις, καὶ κύριος αὐτῆς ειρηται κατὰ τὸ Εἰ γὰρ εγνωσαν, οὐκ αν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἀλλ' ἐπεὶ μὴ μόνος ὁ θεὸς λόγος ἀνῆλθεν ἀλλ' ἐπιφερόμενος ην ἀνείληφεν σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ξενιζόμεναι αἱ ανω δυνάμεις ἐπυνθάνοντο Τίς ἐστιν ουτος ὁ βασιλεὺς τῆς δόξης; σάρκα γὰρ περικείμενον τὸν λεχθέντα Βασιλέα τῆς δόξης ἰδοῦσαι, ἐθαύμαζον. Πάλιν