56
δὲ οἱ προτρέχοντες, Κύριος, ελεγον, κραταιὸς καὶ δυνατός, αντικρυς τοῦτο βοῶντες· ον ιστε παμβασιλέα καὶ τῶν ολων δεσπότην κραταιὸν καὶ δυνατόν, ουτός ἐστιν σῶμα περικείμενος, ἀριστεύσας κατὰ τῶν ἀφ' ἡμῶν πεσόντων καὶ τυραννικὴν εξιν ἀναλαβόντων, Κύριος ων δυνατὸς ἐν πολέμῳ, ὀφθεὶς τῷ πάντας καταλελυκέναι ἀντιδοξῆσαι καὶ ἀνθίστασθαι θελήσαντας. Ταῦτα ἀκούσαντες οἱ αρχοντες μετὰ καὶ τῶν αἰωνίων πυλῶν αὐτῶν οὐκ ἠρκέσθησαν τὸ προσταχθὲν μόνον ποιῆσαι, ἀλλὰ καὶ ταῖς ὑπερτέρω δυνάμεσιν ἐπιστατούσαις καὶ αὐταῖς ταῖς πύλαις τῶν ἀνωτέρων οὐρανῶν απερ ηκουσαν ἀνήγγειλαν, κηρύττουσαι τὸ Αρατε πύλας, οἱ αρχοντες ὑμῶν, καὶ τὰ ἑξῆς. καὶ πυθομέναις πάλιν αὐταῖς ἀπεκρίναντο ην εσχον καὶ αυται ἀπόκρισιν, Κύριος δυνάμεων εἰποῦσαι Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ∆υνάμεων δὲ κύριον αὐτὸν ειπον ὡς αρχοντα στρατοπέδων. σημειωτέον δὲ οτι οἱ τὰ ̔Εβραίων ἠκριβωκότες φασὶν τὴν Σαβαὼθ φωνὴν ἐν τῷ ̔Εβραικῷ κειμένην. εἰς Ἑλλάδα φωνὴν οἱ ἑβδομήκοντα μεταλαμβάνοντες ὁτὲ μὲν τὸ Κύριος τῶν δυνάμεων, ὁτὲ δὲ Κύριος στρατιῶν, ὁτὲ δὲ τὸ Παντοκράτωρ εταξαν. λέγουσι γοῦν καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένου τοῦ Σαβαώθ, μετάληψις εἰς τὸ Κύριος τῶν δυνάμεων γέγονεν. εἰ δὲ τὸ Σαβαὼθ ἐπὶ τοῦ σωτῆρος κεῖται, ἑρμηνεύεται δὲ καὶ εἰς τὸ Παντοκράτωρ, εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ σωτῆρος κατηγορηθείη· εἰ γὰρ Πάντα δι' αὐτοῦ γέγονεν καὶ Αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ δὲ προνοητικῶς τῶν δι' αὐτοῦ πάντων γεγενημένων καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται. αὐτοῦ γοῦν ἐστι πρόσωπον λέγον ἐν Ζαχαρίᾳ Ουτω λέγει κύριος παντοκράτωρ ̓Οπίσω δόξης ἀπέστειλέν με, καὶ Γνώσῃ οτι κύριος παντοκράτωρ ἀπέστειλέν με πρός σε. παντοκράτωρ γὰρ ὑπὸ παντοκράτορος ἀποστελλόμενος ὁ υἱός ἐστιν, ὑπὸ τοῦ πατρὸς πεμπόμενος. ἀριδηλότατα δὲ ἐν τῇ ̓Ιωάννου ̓Αποκαλύψει παντοκράτωρ ὁ σωτὴρ λέγεται· Τάδε γὰρ λέγει κύριος, ὁ μαρτὺς ὁ πιστὸς καὶ ἀληθινός, ὁ ην καὶ ὁ ων καὶ ὁ ἐρχόμενος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ. ἀναμφισβητήτως γὰρ ταῦτα περὶ τοῦ υἱοῦ ειρηται. 216 Ps 24,1b-3a Οιδα μὴ καταισχυνθησόμενον ἐμαυτόν, ωσπερ καταισχύνονται οἱ ἐπ' αλλοις τισὶ πεποιθότες· ̔Ο πεποιθὼς γὰρ ἐπὶ πλούτῳ ουτος πεσεῖται. συνεκδοχικῶς δὲ περὶ πάντων τῶν προσκαίρων τοῦτο λεκτέον. τὴν γὰρ πρὸς σὲ πεποίθησιν εχων ευχομαι μὴ διαμαρτεῖν τῶν σπουδαζομένων, οπως μὴ ὀφλήσω παρὰ τοῖς ἐχθροῖς γέλωτα· ἐχθροί μου δὲ διάβολος καὶ αἱ αλλαι πονηραὶ δυνάμεις καὶ ανθρωποι θεοσεβείας ἐκτός. τεθάρσηκα γὰρ καθ' ολου τοῦτο μαθών, οὐ καταισχυνθήσεσθαι πάντας τοὺς ὑπομένοντάς σε. Τάχα δὲ ἁρμόζει ταῦτα τοῖς πρὸ τῆς ἐπιδημίας ἁγίοις. προσδοκῶσιν αὐτὸν καὶ ὑπομένουσιν τὴν δεῦρο κάθοδον αὐτοῦ. ἐληλυθότος γὰρ αὐτοῦ, τέλος ισχει ὁ γέλως τῶν ἐχθρῶν, ον ἐκάγχαζον κατὰ τῶν ἐπὶ θεὸν ἐλπιζόντων.
217 Ps 24,3b Τὸ ∆ιὰ κενῆς τὸ μάταιον καὶ κενὸν σημαίνει. τοιοῦτό ἐστιν τὸ ἐν
Παροιμίαις Αυτη ἡ ὁδὸς πάντων τῶν συντελούντων τὰ ανομα, αἰσχύνην φέρουσα τοῖς διὰ κενῆς ἀνομοῦσιν· οὐ γὰρ ἐπί τινι τέλει χρηστῷ ὡς οἱ φύλακες τοῦ νόμου τὰ τῆς ἀνομίας ἐπιτελοῦσιν. 218 Ps 24,4.5 ̔Οδοὺς κυρίου ῥητέον τὰς ἐντολὰς αὐτοῦ. ἀλλὰ καὶ αὐτὰς Τὰς ἐπὶ ταῖς ὁδοῖς τρίβους δίδαξόν μέ φησιν, ινα τὰ ιχνη α ετριψαν οἱ προοδεύσαντες εχων ἀπλανῆ τι ποιήσωμαι τὴν πορείαν. ἐπειδὴ δὲ μὴ ἀπαρκεῖ πρὸς τελείαν σωτηρίαν μόνος ὁ πρακτικὸς βίος, ινα σὺν τούτῳ καὶ τὸν θεωρητικὸν κατορθώσω, ̔Οδήγησόν με παιδευτικῶς ἐπὶ τὴν ἀλήθειάν σου. Καὶ αλλως δὲ κατὰ τὸν τόπον λεχθήσεται· τοῦ νόμου καὶ τῶν προφητῶν ὁδῶν κυρίου τυγχανουσῶν, οὐκ αλλος αὐτὰς γνωρίσαι τῷ ποθοῦντι πειραθῆναι αὐτῶν οιός τε η ὁ κύριος. αὐτὸς γὰρ γνωρίσας ἡμῖν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς τρίβους διδάξας, διὰ τοῦ λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις, ̔Οδήγησόν με ἐπὶ τὸν εἰπόντα· ̓Εγώ