56
χάριτος, ἔτι θερμότερον ἐπαγωνιζόμενος τῷ μεγέθει τῶν δεδομένων, ἐπάγει λέγων· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες; Ἐκεῖνος μὲν γὰρ πρὸς ἑαυτὸν συγκρίνας τὸν ἀσυγκρίτως ἁπάντων ὑπερέχοντα, οὕτως αὐτοῦ μετὰ ταῦτα δείκνυσι τὴν ὑπεροχὴν λέγων, Ὃς ἔμπροσθέν μου γέγονεν· εἶτα ἐπάγων τὸ, Πρῶτός μου ἦν· οὗτος δὲ ἐκείνου μὲν πολλῷ μεῖζον ἐποίησε, τῆς δὲ ἀξίας τῆς τοῦ Μονογενοῦς ἔλαττον. Οὐ γὰρ πρὸς Ἰωάννην, ἀλλὰ πρὸς τὸν ἐκείνου μᾶλλον θαυμαζόμενον παρὰ Ἰουδαίοις ποιεῖται τὴν σύγκρισιν, τὸν Μωϋσέα λέγω· Ὁ νόμος γὰρ, φησὶ, διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ θέα τὴν σύνεσιν· Οὐ τοῦ προσώπου ποιεῖται τὴν ἐξέτασιν, ἀλλὰ τῶν πραγμάτων. Τούτων γὰρ ἀποδειχθέντων πολλῷ μειζόνων, ἐξ ἀνάγκης καὶ τοὺς ἀγνώμονας εἰκὸς ἦν παραδέξασθαι τὴν ψῆφον καὶ τὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ. Ὅταν γὰρ τὰ πράγματα μαρτυρῇ, τὰ μηδεμίαν ἔχοντα ὑποψίαν ὡς πρὸς χάριν τινὸς, ἢ καὶ πρὸς ἀπέχθειαν τοῦτο ποιοῦντα, ἀναμφισβήτητον καὶ τοῖς ἀγνώμοσι τὴν ψῆφον παρίστησιν. Οἷα γὰρ ἂν αὐτὰ διαθῶσιν οἱ ποιήσαντες, τοιαῦτα μένει φαινόμενα· διὸ μάλιστα πάντων ἀνύποπτος ἡ παρὰ τούτων ἐστὶ μαρτυρία. Ὅρα δὲ καὶ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν παράθεσιν καὶ παρὰ τοῖς ἀσθενεστέροις. Οὐ γὰρ κατασκευάζει τῷ λόγῳ τὴν ὑπεροχὴν, ἀλλ' ἀπὸ τῶν ὀνομάτων γυμνῶν τὴν διαφορὰν παραδείκνυσι, χάριν καὶ ἀλήθειαν ἀντιθεὶς νόμῳ, καὶ τὸ, Ἐγένετο, τῷ, Ἐδόθη. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Τὸ μὲν γὰρ διακονουμένου ἦν τὸ, Ἐδόθη, λαβόντος παρ' ἑτέρου καὶ δόντος οἷς προσετάγη δοῦναι· τὸ δὲ, Ἐγένετο, ἡ χάρις καὶ ἡ ἀλήθεια, βασιλέως μετὰ ἐξουσίας πάντα ἀφιέντος τὰ ἁμαρτήματα, καὶ αὐτοῦ κατασκευάζοντος τὴν δωρεάν. ∆ιὸ ἔλεγεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ πάλιν· Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὁρᾷς πῶς ἡ χάρις γίνεται δι' αὐτοῦ; Σκόπει δὲ καὶ τὴν ἀλήθειαν. Τὴν μὲν οὖν χάριν, καὶ ταῦτα καὶ τὰ κατὰ τὸν λῃστὴν, καὶ ἡ τοῦ βαπτίσματος δωρεὰ, καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ δι' αὐτοῦ διδομένη δείκνυσι, καὶ ἕτερα πολλά· τὴν δὲ ἀλήθειαν σαφεστέραν εἰσόμεθα, ἂν τοὺς τύπους καταμάθωμεν. Τὰς γὰρ μελλούσας ἐπιτελεῖσθαι ἐν τῇ Καινῇ οἰκονομίας προλαβόντες προδιέγραψαν οἱ τύποι ὡς τύποι· ἐλθὼν δὲ ἐπετέλεσεν αὐτὴν ὁ Χριστός. Ἴδωμεν τοίνυν καὶ τοὺς τύπους ἐν ὀλίγοις· οὐδὲ γὰρ ἅπαντα διελθεῖν τὰ τῶν τύπων τοῦ νῦν καιροῦ· ἀφ' ὧν δὲ παραθήσομαί τινα μαθόντες, καὶ τὰ λοιπὰ εἴσεσθε. Βούλεσθε οὖν ἀπ' αὐτοῦ τοῦ πάθους ἀρξώμεθα; Τί οὖν φησιν ὁ τύπος; Λάβετε ἀρνίον κατ' οἰκίαν, καὶ θύσατε, καὶ ποιήσατε ὡς προσέταξε καὶ ἐνομοθέτησεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· οὐ γὰρ προστάττει τοῦτο γενέσθαι· ἀλλ' αὐτὸς αὐτὸ γίνε 59.96 ται, θυσίαν ἑαυτὸν καὶ προσφορὰν τῷ Πατρὶ προσενεγκών. δʹ. Ὅρα πῶς ὁ μὲν τύπος ἐδόθη διὰ Μωϋσέως, ἡ δὲ ἀλήθεια ἐγένετο διὰ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ἐν τῷ ὄρει Σινᾷ τῶν Ἀμαληκιτῶν πολεμούντων Ἑβραίοις, αἱ χεῖρες μὲν ἐστηρίζοντο τοῦ Μωϋσέως, αἰρόμεναι ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἑκατέρωθεν ἑστώτων· ὁ δὲ Χριστὸς παραγενόμενος, αὐτὸς δι' ἑαυτοῦ τὰς χεῖρας τείνας εἶχεν ἐν τῷ σταυρῷ. Εἶδες πῶς ὁ μὲν τύπος ἐδίδοτο, ἡ δὲ ἀλήθεια ἐγίνετο; Πάλιν ὁ νόμος ἔλεγεν· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· ἡ δὲ χάρις τί φησι; ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ ὁ Παῦλος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐπεὶ οὖν τοσαύτης ἀπολελαύκαμεν χάριτος καὶ ἀληθείας, παρακαλῶ, μὴ διὰ τὸ μέγεθος τῆς δωρεᾶς γενώμεθα ῥᾳθυμότεροι. Ὅσῳ γὰρ μείζονος ἠξιώθημεν τιμῆς, τοσούτῳ καὶ πλείονός ἐσμεν ἀρετῆς ὀφειλέται. Ὁ μὲν γὰρ μικρὰ εὐεργετηθεὶς, κἂν μικρὰ ἐπιδείξηται, οὐ