1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

56

τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν, Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ 29.34 ἐδυσφήμουν. καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο. γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ Μαλ29.35 θάνῃ πεπολιτευμένων κελεύων γενέσθαι. ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος τοῦ τε θυμοῦ αὐτίκα καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε, τοῦ τε πράγματος ἀνεξετάστου μενενηκότος Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παρ' αὐτὸν ἥκοντα ξύν τε πολλῇ 29.36 φιλοφροσύνῃ εἶδε καὶ ἐν τιμῇ ἔσχεν. ἐξιόντα δὲ οἱ Βένετοι ἐκ βασιλέως τηρήσαντες πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ καὶ διαχρήσασθαι ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος χρή29.37 ματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον. καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν ἐλεεινοτάτην καλοίη, ἐν ᾗ βασιλεὺς μὲν δωροδοκήσας ἀνεξέταστα κατέλειψε τὰ ἐγκλήματα, στασιῶται δὲ βασιλέως ἐν Παλατίῳ ὄντος ἐπαναστῆναι τῶν τινι ἀρχόντων οὐδεμιᾷ ὀκνήσει ἐτόλ29.38 μησαν, ἀδίκων τε χειρῶν ἐπ' αὐτὸν ἄρξαι; τίσις μέντοι τούτων δὴ ἕνεκα οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο οὔτε εἰς τοὺς αὐτῷ ἐπαναστάντας. ἐκ τούτων δὲ εἴ τις βούλοιτο τὸἸουστινιανοῦ τοῦ βασιλέως τεκμηριούσθω ἦθος. 30.1 Εἰ δέ τινα καὶ τοῦ τῆς πολιτείας ξυμφόρου ποιεῖται λόγον, τὰ ἐς δρόμον τε αὐτῷ τὸν δημόσιον 30.2 καὶ τοὺς κατασκόπους εἰργασμένα δηλώσει. οἱ μὲν γὰρῬωμαίων αὐτοκράτορες ἐν τοῖς ἄνω χρόνοις γεγενημένοι, προνοήσαντες ὅπως ἅπαντά τε σφίσιν ἐπαγγέλλοιτο τάχιστα καὶ μηδεμιᾷ διδῷτο μελλήσει, τά τε πρὸς τῶν πολεμίων ἐν χώρᾳ ἑκάστῃ ξυμπίπτοντα καὶ ταῖς πόλεσι κατὰ στάσιν ἢ ἄλλο τι ἀπρόοπτον συμβαίνοντα πάθος τά τε πρὸς τῶν ἀρχόντων καὶ τῶν ἄλλων ἁπάντων πανταχόθι πρασσόμενα τῆςῬωμαίων ἀρχῆς, ὅπως τε οἱ τοὺς φόρους παραπέμποντες τοὺς ἐπετείους διασώζοιντο βραδυτῆτός τε καὶ κινδύνου χωρὶς, δημόσιον ὀξύν τινα πανταχόσε πεποίηνται δρό30.3 μον τρόπῳ τοιῷδε. ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους, οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον ἢ 30.4 κατὰ πέντε. ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν 30.5 ἵππων μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς. συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων διαδοχαῖς ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο, δέκα τε, ἂν οὕτω τύχοι, ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα ὅσα μοι ἀρτίως δεδήλωται· πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ' 30.6 αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν. τοὺς γὰρ ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα τῷ δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, 30.7 χρήματα μεγάλα ἐφέροντο. ξυνέβαινέ τε διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους, ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα. 30.8 Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν. ὁ δὲ αὐτοκράτωρ οὗτος πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς ∆ακίβιζαν καθελὼν δρόμον ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς ἄχρι ἐς τὴνἙλενούπολιν οὔτι ἐθελου30.9 σίους ναυτίλλεσθαι. πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἵαις διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα κινδύνου χωροῦσι. τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι καιροφυλακεῖν τε καὶ προσδέχεσθαι μέλλουσαν τὴν 30.10 γαλήνην ἀδύνατά ἐστιν. ἔπειτα δὲ κατὰ μὲν τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ σταθμὸν ἕνα κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, 30.11 ἀλλ' ὄνων ὀλίγων. διὸ δὴ τὰ μὲν ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ καὶ ὀπίσω τῶν πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς, οἱ δὲ τοὺς ἀγροὺς