1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

57

εἰμι ἡ ἀλήθεια, ἐπ' ἐσχάτου τῶν ἡμερῶν λαλήσας ἐν υἱῷ. καὶ γὰρ σύ, ω θεέ, σωτήρ μου τυγχάνεις· δι' ων γὰρ ἐδίδαξάς με, σωτηρίαν μοι παρέσχου. 219 Ps 24,6 ̔Ως ἰδία ἐνέργεια τοῦ φωτὸς τὸ φωτίζειν καὶ τῆς ἐπιστήμης εἰς τὸ γινώσκειν αγειν, ουτω τοῦ θεοῦ οἰκεία ἐνέργεια τὸ οἰκτείρειν καὶ ἐλεεῖν οθεν καὶ Πατὴρ τῶν οἰκτιρμῶν ειρηται. ο ουν βούλεται λέγειν ὁ αγιος τοιοῦτόν ἐστιν· οἰκτίρμων τυγχάνων πατὴρ τῷ πηγὴ καὶ ἀρχὴ αὐτῶν ειναι Μνήσθητι τούτων τῶν σῶν γενημάτων. εἰ γὰρ καὶ πρὸς ὀλίγον ὠργίσθῃς τοῖς ἡμαρτηκόσιν, ἀλλ' ἡ ὀργὴ οὐ κατὰ φύσιν σου ουσα ἀλλὰ χρησίμως ὑποστᾶσα ἐπὶ τῷ ἀναιρῆσαι κακίαν παυσάσθω, μνήμην σου λαμβάνοντος τῶν κατὰ φύσιν σου οἰκτιρμῶν. εἰώθαμεν δὲ καὶ ἡμεῖς, ἀγανακτοῦντες τοῖς ἡμετέροις, καὶ ιλεω ἀνθρώποις λέγειν Μνήσθητι τῆς ἀγαθότητός σου καὶ μίμησαι σεαυτὸν καταλλασσόμενος τοῖς ὑπὸ τὴν ἀγανάκτησιν. Ωσπερ ουν οἱ οἰκτιρμοὶ καταλλήλως τῷ θεῷ πρόσεισιν, ουτω καὶ τὰ ἐλέη αὐτοῦ κατὰ φύσιν αὐτῷ παρόντα ̓Απὸ τοῦ αἰῶνός εἰσιν, οθεν καὶ εἰς τὸν αἰῶνα μένουσιν κατὰ τὸ Οτι εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ· καὶ πρός τινα δέ φησιν ὁ θεὸς ̓Ελέῳ αἰωνίῳ ἠλέησά σε. 220 Ps 24,7ab Οὐδεὶς μετανοῶν ἐπὶ παροῦσιν καὶ ετι ἐνεργουμένοις ἁμαρτήμασιν ἐξομολογεῖται ἀλλ' ἐπὶ παυσαμένοις καὶ οὐκ ετ' ουσιν. τοῦτο γοῦν λέγει καὶ νῦν, φάσκων ̔Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. τὰ γὰρ ἐν νεότητι ἡμαρτημένα καὶ ἠγνοημένα οὐκ ετ' ἐνεργεῖται τῷ τὴν νεότητα διαβεβηκότι. τάχα δὲ τὸ τῆς νεότητος ονομα οὐχ ἡλικίαν ἐνταῦθα δηλοῖ ἀλλὰ τὸ αστατον καὶ ἀβέβαιον τοῦ ηθους. οσον γάρ τις ἐν τοιαύτῃ καταστάσει ἐστίν, ἀγνοεῖ καὶ ἁμαρτάνει, εως ὁ θεὸς αισθησιν καὶ εννοιαν δῷ ῃ φησὶν ἡ γραφὴ Ινα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αισθησίν τε καὶ εννοιαν. ̓Αξιώσας ουν οπως μὴ μνησθῇ τῶν τῆς νεότητος αὐτοῦ ἁμαρτιῶν καὶ ἀγνοιῶν, ἐπήγαγεν εὐθὺς τὸ Κατὰ τὸ ελεός σου μνήσθητί μου. κατὰ ἐλεημοσύνην γὰρ μιμνήσκεται ὁ θεὸς ου τῶν πταισμάτων οὐ μνημονεύει. 221 Ps 24,7c Κατὰ φύσιν ιλεως ων καὶ ἀγαθὸς ὁ θεὸς σύμφυτον εχει χρηστότητα, ης ενεκα σὺν ἐλέῳ μνημονεύει τοῦ μετανοοῦντος. 222 Ps 24,8 Καὶ εὐθής ἐστιν ητοι διὰ τὸ πρὸς ἁμαρτίαν μὴ πεφυκέναι η διὰ τὸ εὐθύνας ἀπαιτεῖν τοὺς ἁμαρτάνοντας, οθεν καὶ Νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. τοὺς γὰρ ετι ἐνεργοῦντας τὸ κακὸν ὑποβάλλει νόμῳ, οπως κωλυθέντες τοῦ ἁμαρτάνειν τὴν σωτήριον ὁδεύσωσιν ὁδόν. 223 Ps 24,9 ̔Ο νομοθετῶν θεὸς ὁδηγήσει τοὺς πραότητα καὶ εὐστάθειαν εχοντας ἐν κρίσει τουτέστιν ἐξητασμένως καὶ ἠκριβωμένως. ὁ γὰρ μαθὼν δύο ὁδοὺς πρὸ προσώπου τοῦ ἀνθρώπου ειναι, τὴν τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ τὴν μὲν τοῦ θανάτου ἀποστραφείς, ὁδεύων δὲ τὴν τῆς ζωῆς ὁδόν, ̓Εν κρίσει βαδίζει, ποδηγούμενος ὑπὸ κυρίου, διὰ τὸ γαληνὸν καὶ εὐσταθὲς τῆς διανοίας· οἱ γὰρ πραεῖς ἀταραξίαν εχουσι λογισμῶν. Αὐτὸς δὲ ὁ κύριος μετὰ τὸ ὁδηγῆσαι ἐν κρίσει τοὺς πραεῖς διδάξει αὐτοὺς καὶ τὰς ἑαυτοῦ ὁδούς, ητοι τὰς πρὸς αὐτὸν φερούσας η ας αὐτὸς πορεύεται· ὁ γὰρ ὀπίσω κυρίου πορευόμενος τὰς ὁδοὺς αὐτοῦ μανθάνει. 224 Ps 24,10 Πᾶσαι αἱ πρὸς κύριον φέρουσαι ὁδοὶ η ας αὐτὸς βαδίζει τὸν εἰρημένον τρόπον κατ' ἀλήθειαν κατορθούμεναι καὶ σὺν χρηστότητι γινόμεναι ελεός εἰσι καὶ ἀλήθεια· δεῖ γὰρ ἐλεηθῆναι πρότερον, ινα τις ἐπιβῇ αὐταῖς καὶ ουτω δι' αὐτοῦ τοῦ ὁδεύειν ἐπ' αὐτὴν τὴν ἀλήθειαν φθάσῃ. οὐ πᾶσιν δὲ ελεος καὶ ἀλήθεια θεωροῦνται αἱ ὁδοὶ τοῦ κυρίου ἀλλὰ Τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ· ὁ γὰρ ἐκτὸς ων τῆς διαθήκης καὶ τῶν μαρτυρίων απειρός ἐστιν τῆς χρηστότητος καὶ τοῦ κάλλους τῶν κυριακῶν ὁδῶν. ̓Εκζητητέον ουν τὴν διαθήκην ην διέθετο ὁ θεὸς τοῖς πατράσιν ἐξάγων αὐτοὺς ἐκ τῆς πνευματικῆς Αἰγύπτου τουτέστιν τῆς πολυθέου πλάνης. ἐκζητήσαντες γὰρ καὶ ἐρευνήσαντες αὐτὴν εἰσόμεθα καὶ τὴν καινὴν διαθήκην ην ἐβεβαίωσεν ̓Ιησοῦς τῷ αιματι τῷ ἰδίῳ· πᾶσα γὰρ διαθήκη ἀνίσχυρος μὴ θάνατον ἐσχηκότος τοῦ διατιθεμένου, ῃ φησιν ὁ ἀπόστολος· ∆ιαθήκη γὰρ ἐπὶ