58
νεκροῖς βέβαια, ἐπεὶ μήποτε ἰσχύει οσον ζῇ ὁ διατιθέμενος. διὸ πληρῶσαι τὴν ἑαυτοῦ διαθήκην ὁ ̓Ιησοῦς βουλόμενος θάνατον ἀνεδέξατο. ἐκζητητέον δὲ ἐν τῇ διαθήκῃ καὶ τὰ μαρτύρια τοῦ θεοῦ, τοὺς μεμαρτυρηκότας καὶ ἐμπνευσθέντας ὑπ' αὐτοῦ λόγους. 225 Ps 24,11 Ενεκα τῆς σῆς προσηγορίας, ω δέσποτα, ἐγὼ ὁ σὸς οἰκέτης ἐκζητήσω τὴν διαθήκην σου, ἐλευθερίαν ἐξ αὐτῆς προσδοκῶν η κληρονομίαν ην ὡς υἱῷ γενομένῳ ωρισας· ἀλλὰ καὶ ̔Ιλάσθητι τῇ ἁμαρτίᾳ μου, οὐ τῇ ετι ἐνεργουμένῃ ἀλλὰ παυσαμένῃ. Πολλὴ γάρ ἐστιν, οὐ κατὰ ποσότητα ἀλλὰ κατὰ σύγκρισιν τῆς προσεῖναι ὀφειλούσης καθαρότητος. 226 Ps 24,12 ̔Ο φοβούμενος θεὸν σπανίζει μέν, οὐκ ἀνεύρετος δέ ἐστιν. τούτῳ ουν νομοθετεῖ ὁ κύριος ὁδόν, ην ᾑρετίσατο ητοι αὐτὸς ὁ κύριος η ὁ φοβούμενος αὐτόν. 227 Ps 24,13 ̔Η ψυχὴ τοῦ εὐλαβοῦς τῶν ἀγαθῶν περαιτέρω μὴ γινομένη ἐν αὐτοῖς αὐλίζεται, ἐνεργοῦσα αὐτὰ ἀεί. διὸ καὶ καθόλου τεύξεται τὸ σπέρμα εχειν κληρονομοῦν τὴν γῆν, οὐ τὴν ὑπὸ πόδας ἀλλὰ τὴν τῶν πραέων. 228 Ps 24,16b-20 Μονογενῆ ἑαυτὸν φάσκει κατὰ τὸν λέγοντα· Κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. διὸ καὶ πτωχός εἰμι, οὐκ εχων τὴν ἐκ τῶν ὁμοζήλων ἀρωγήν. ἰστέον δ' οτι τὸ μονογενὲς σημαίνει τὸ μόνον, ωσπερ καὶ τὸν ηλιον μονογενῆ ἐρεῖς· οὐ ταὐτὸν αν τῷ μονογενεῖ υἱῷ· οπου γὰρ πρόσκειται τῷ μονογενεῖ υἱὸς η παρὰ πατρὸς μονογενές, λέγεται τὸ μόνον ἐξ ἐκείνου τυγχάνον. Θλίψεις δὲ τῆς καρδίας νοήσεις καὶ τοὺς διοχλοῦντας ἐναντίους λογισμούς. ̓Εκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν περιεστηκότων βιαζομένων καὶ ἀναγκαζόντων ἐκκροῦσαι τὴν πρόθεσίν μου ὡς ἐκ μεγάλων ἀναγκῶν ἐξάγαγέ με. Αισθησιν τῶν ἁμαρτημάτων ἑαυτοῦ λαβών τις ταπεινούμενος διὰ τὸ ἀπαρρησίαστον καὶ κάμνων διὰ καρποὺς μετανοίας ἐρεῖ τὸ Ιδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ αφες πάσας τὰς ἁμαρτίας μου. Οτ' αν παύσηταί τις ων πρότερον ἐνήργει ἁμαρτημάτων, ἐχθροὺς εξει τοὺς ἐνεργοῦντας αὐτὰ δαίμονας. ουτοι δὲ καὶ πολλοὶ κατὰ τοῦ ἐπιβουλευομένου γινόμενοι μῖσος αδικον μισοῦσιν αὐτόν· μῖσος δὲ αδικόν ἐστι τὸ γινόμενον κατὰ τῶν μὴ αξια μίσους πραττόντων, δικαίως μισουμένων τῶν φαύλων. Φύλαξον τὴν ψυχήν, οπως μὴ ὑποπέσῃ τοῖς ἀδίκως μισοῦσι· ἀλλὰ καὶ ῥῦσαι αὐτὴν ἀπὸ πράξεων τοιούτων ἐφ' αις κρατῆσαι αὐτῆς δυνήσονται. 229 Ps 24,21 ̓Ακάκους λέγει η τοὺς στερομένους κακίας η τοὺς ἁπλουστέρους, εὐθεῖς δὲ τοὺς κατορθώσαντας τὴν τελείαν ἀρετήν. ουτοι ουν ̓Εκολλῶντό μοι (δι' ὁμοφροσύνην), οτι ὑπέμεινά σε, κύριε. τάχα δὲ καὶ ἀκάκους λέγει τοὺς ἐξ ἀνθρώπων σπουδαίους, εὐθεῖς δὲ τοὺς θείους ἀγγέλους κολλωμένους αὐτῷ τῷ καὶ θείας δυνάμεις γίνεσθαι περὶ τὸν σπουδαῖον.
230 Ps 25,1bc Οὐδεὶς ἁμαρτάνων κριθῆναι βούλεται ἐφ' οις πεποίηκεν καὶ
μάλιστα πρὸς τοῦ τὰ κρυπτὰ ὁρῶντος. ὁ δὲ ἐν ἀκακίᾳ πορευθεὶς τουτέστιν προκόψας ἀξιοῖ τούτου τυχεῖν· οιδεν γὰρ μισθοῦ η κληρονομίας τευξόμενος, Καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω· οσον περιέχομαι τῆς πρὸς θεὸν ἐλπίδος, ὑπ' αὐτῆς ἐνδυναμούμενος οὐκ ἀσθενήσω. φέρεται γραφὴ λέγουσα· Οὐ μὴ σαλευθῶ. καὶ διὰ ταύτης ουν δηλοῦται· ἐπεὶ ἡ ἐλπὶς ἡ πρὸς θεὸν εδραν μοι βεβαίαν καὶ ἀμετακίνητον παρέχει, ̓Ελπίζων ἐπὶ τῷ κυρίῳ οὐ μὴ σαλευθῶ. 231 Ps 25,2 ̓Επεὶ οὐχ ὁ ἑαυτὸν συνιστάνων δόκιμός ἐστιν ἀλλ' ον ὁ κύριος συνίστησιν, μαρτυρήσας ἑαυτῷ τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ τὸ μὴ ἀσθενῆσαι βούλεται ὑπὸ κυρίου δοκιμασθῆναι καὶ πειρασθῆναι μὲν δι' ἀγώνων, ινα ἀναφανῇ δίκαιος, πειρασθῇ δὲ οπως πεῖραν δεδωκὼς καρτερίας εχῃ τὸ δόκιμον. Καὶ πρότερον ηδη ὡς ἀναλογίαν ἐχόντων τῶν νεφρῶν πρὸς τὴν καρδίαν ειρηται. πυρωθῆναι ουν ἑκάτερα ταῦτα ἀξιοῖ δι' ἐπιπόνου ἀγωγῆς, ινα ὡς χρυσὸς δόκιμος ἀναδειχθῇ. 232 Ps 25,3 Οὐκ αν ἠξίωσα παθεῖν τὰ προειρημένα ἐπίπονα, εἰ μὴ κατανενοήκειν τὸν ελεόν σου