1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

59

συμβαλούμενόν μοι εἰς τὸ ἐνεγκεῖν αὐτά. ὁ ελεος σοῦ ὁ τεθεωρημένος μοι τῷ κατέναντι τῶν ὀφθαλμῶν μου ειναι συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου· κατὰ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ ἡ τοῦ θεοῦ ἐλεημοσύνη. 233 Ps 25,6.7 Τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις χεῖρας τροπικῶς καλουμένας ἐν ἀθῴοις νίπτεταί τις οὐδὲν φαῦλον ἀλλ' ει τι σπουδαῖον ἐνεργῶν ἐν αὐταῖς. τάχα δὲ καὶ ὁ μολύνας αὐτὰς ἐν ἐργασίᾳ πονηρῶν νίπτεται καὶ ἀποπλύνει αὐτὰς ἀνθ' υδατος χρώμενος τῇ ἀγαθοεργίᾳ. ̔Ο πάντων τῶν προειρημένων βλαβερῶν ἐκτὸς γεγονὼς καὶ νιψάμενος ἐν ἀθῴοις τὰς χεῖρας δίκην ἀθῴου ἱερέως κυκλώσει τὸ πνευματικὸν θυσιαστήριον τοῦ κυρίου, ἐφ' ο τὰς πνευματικὰς θυσίας τις ἀναβιβάζει ητοι τὰς καθαρὰς εὐχὰς η τὰς νομίμους πράξεις. Τοῦ ἀκοῦσαι τῶν αἰνούντων σε ἀγγέλων καὶ ψυχῶν καὶ πνευμάτων δικαίων φωνὴν η περικύκλῳ τοῦ θυσιαστηρίου γεγένημαι η ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ πάντων τῶν προαγόντων ἀπεσχόμην, ἀλλὰ καὶ τοῦ ∆ιηγήσασθαι πάντα τὰ θαυμάσιά σου α τεραστίως καὶ παραδόξως ἐπιτελεῖς. 234 Ps 25,8.9 ̔Ο τὸν κύριον ἐξ ολης ψυχῆς ἀγαπῶν καὶ τὰ τοῦ θεοῦ πάντα, ων εν καὶ ἡ εὐπρέπεια τοῦ οικου αὐτοῦ τυγχάνει, ἀγαπᾷ· εὐπρέπεια δὲ τοῦ οικου τοῦ θεοῦ ἡ τῶν δογμάτων ἀλήθεια καὶ ἡ διαταγὴ τῶν κανόνων τῆς ἐκκλησίας οικου νοουμένης. πρὸς τούτοις δὲ καὶ τὸ σκήνωμα τῆς δόξης τοῦ οικου τοῦ θεοῦ ἀγαπᾶν φησιν. καὶ τάχα μὲν ἡ σκηνὴ τοῦ μαρτυρίου ην Μωυσῆς κατεσκεύασεν ἐν τῇ ἐρήμῳ τὸ σκήνωμα τῆς δόξης τοῦ θεοῦ ἐστιν· σύμβολον δὲ προκοπῆς τοῦτο. ον δὲ ᾠκοδόμησεν Σολομῶν μετὰ τὴν ὁδοιπορίαν εἰς τὴν ̔Ιερουσαλὴμ οικός ἐστιν ου τὴν εὐπρέπειαν ἀγαπᾷ τελειότητος τύπον φέρων. Ευχεται δὲ μὴ ὡσαύτως τοῖς ἀσεβέσι διαθεῖναι, ινα μὴ συναπόληται αὐτοῖς ἡ ψυχὴ αὐτοῦ· εὐσεβῆ γάρ τις γνώμην εχων οὐ πείσεται τοῦτο. παρακαλεῖ δὲ μηδὲ φονικὸς γενέσθαι, οπως ἡ ζωὴ αὐτοῦ ἀνδράσιν αἱμάτων μὴ συναπόληται· ἐν πράξεσιν γὰρ τούτων ἀδικία ἐστὶν ἡ καθόλου κακία. 235 Ps 25,11b Εἰ καὶ τὰ κάλλιστα συνειδὼς αὐτῷ τὰ προειρημένα ειπεν, εὐλαβούμενος μὴ οὐκ ἐν τούτῳ δεδικαίωται λανθανόντων πολλάκις τῶν ἐν κρυπτῷ ἁμαρτημάτων, λυτρωθῆναι καὶ ἐλεηθῆναι ἀξιοῖ.

236 Ps 26,1bc Σωτὴρ ἡμῶν ὁ θεός ἐστιν ῥυόμενος ἡμᾶς ἐξ ἁμαρτιῶν καὶ τοῦ θανάτου, φωτισμὸς δὲ λύων τὴν ἀχλὺν τῆς κακίας καὶ τῆς ἀγνοίας καὶ ἐναυγάζων τῷ φωτὶ τῆς γνώσεως. ὁ ουτως ουν ἑνωθεὶς καὶ πεφωτισμένος ὑπὸ κυρίου, Τίνα φοβηθήσεται; οὐδεὶς γὰρ οιός τέ ἐστι βλάψαι τὸν ἀγαθῶν τοιούτων καὶ ἀσφαλείας τετυχηκότα. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; θεοῦ τῇ ἑαυτοῦ ζωῇ ὑπερμαχοῦντος τῆς ζωῆς ̓Απὸ τίνος δειλιάσω; τὸ ̓Απὸ τίνος ἐξευτελισμὸν δηλοῖ τοῦ ἐπανιστανομένου κατ' αὐτοῦ τοῦ ὑπὸ θεοῦ φρουρουμένου· Εἰ γὰρ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς ὁ καθ' ἡμῶν; 237 Ps 26,3.4 ̔Ρηθείη ταῦτα καὶ περὶ αἰσθητῶν ἐχθρῶν καὶ περὶ φάλαγγος ἀοράτων πολεμίων· ̓Εὰν γάρ φησιν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ τῇ μὴ φοβουμένῃ αὐτοὺς καρδίᾳ μου ἐλπίζω, ὑπέρμαχον θεὸν εχειν θαρρήσας. Εστιν ο αἰτεῖται καὶ ἐκζητεῖ τὸ Κατοικεῖν ἐν οικῳ κυρίου, τουτέστιν τῇ ἐκκλησίᾳ διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης ζωῆς ἑαυτοῦ. δύναται δὲ τὸ Μίαν ᾐτησάμην ουτως ἀκουσθῆναι· ἐπὶ γῆς τέως διατρίβων, εἰ καὶ πολλῶν ἀγαθῶν τυχεῖν παρακαλῶ, πρὸ πάντων ταύτην ᾐτησάμην τὴν αιτησιν, τὸ ̓Εν οικῳ κυρίου κατοικεῖν τῷ κατὰ τάξιν καὶ μὴ ἀθρόως ἐν πᾶσιν τοῖς ἀγαθοῖς οιόν τε γενέσθαι· η τάχα προσυπακουστέον τῷ Μίαν ᾐτησάμην τὸ ἐξαίρετον η μεγάλην. ̓Επεὶ καὶ ἐν τοῖς εμπροσθέν φησιν ἠγαπηκέναι τὴν εὐπρέπειαν τοῦ οικου κυρίου, ὁ ταύτην ποθῶν θεωρεῖν ευχεται ἐν τῷ οικῳ γενέσθαι, ιν' ἐγγὺς αὐτῆς τυγχάνων γνησίως προβάλλων ἀλλὰ καὶ ὑπεραναβὰς ἐπισκέψηται τουτέστιν περιαθρήσῃ τὸν ναὸν αὐτοῦ, τάχα οὐδὲ ἀναχωρῆσαι αὐτοῦ ετι θελήσας μιμούμενος