59
Ὤφθη ἀγγέλοις. βʹ. Ὥστε καὶ τοῖς ἀγγέλοις τότε ὤφθη, ὅτε σάρκα περιεβάλετο· πρὸ τούτου δὲ οὐχ ἑώρων αὐτὸν οὕτως, ἐπειδὴ καὶ αὐτοῖς ἀόρατος ἡ οὐσία ἦν. Καὶ πῶς, φησὶν, ὁ Χριστὸς εἶπε, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Τί γάρ; καὶ πρόσωπον 59.99 ὁ Θεὸς ἔχει, καὶ ἐν οὐρανοῖς περιγέγραπται; Ἀλλ' οὐκ ἄν τις οὕτω μανείη, ὥστε ταῦτα εἰπεῖν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Ὥσπερ ὅταν λέγῃ· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· τὴν κατὰ διάνοιαν ὄψιν φησὶ, τὴν ἡμῖν δυνατὴν, καὶ τὴν ἔννοιαν τὴν περὶ Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων εἰπεῖν ἐστιν, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν οὐδὲν ἕτερον, ἀλλ' ἢ τὸν Θεὸν ἀεὶ φαντάζονται. ∆ιὰ τοῦτο καὶ αὐτὸς πάλιν φησὶν, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Τί οὖν; πάντες ἐν ἀγνοίᾳ ἐσμέν; Μὴ γένοιτο· ἀλλ' οὕτως οὐδεὶς οἶδεν ὡς ὁ Υἱός. Ὥσπερ οὖν εἶδον αὐτὸν οἱ πολλοὶ κατὰ τὴν ἐγχωροῦσαν αὐτοῖς ὄψιν, τὴν δὲ οὐσίαν οὐδεὶς ἐθεάσατο· οὕτω καὶ νῦν ἴσμεν πάντες μὲν τὸν Θεὸν, τὴν δὲ οὐσίαν οὐδεὶς οἶδεν ὅ τί ποτέ ἐστιν, εἰ μὴ μόνος ὁ γεννηθεὶς ἐξ αὐτοῦ. Γνῶσιν γὰρ ἐνταῦθα τὴν ἀκριβῆ λέγει θεωρίαν τε καὶ κατάληψιν, καὶ τοσαύτην ὅσην ὁ Πατὴρ ἔχει περὶ τοῦ Παιδός. Καθὼς γὰρ γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. ∆ιὸ καὶ ὁ Εὐαγγελιστὴς ὅρα μεθ' ὅσης φθέγγεται τῆς περιουσίας. Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ' ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός. Τοῦ γὰρ ἰδεῖν τὸ καὶ ἐν τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ ἁπλῶς ὁρῶν, οὐ πάντως ἀκριβῆ τοῦ φαινομένου τὴν γνῶσιν ἔχει· ὁ δὲ τοῖς κόλποις ἐνδιατρίβων, οὐδὲν ἀγνοήσειέ ποτε. Ἀκούων οὖν, ὅτι Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, ἵνα μὴ λέγῃς, ὅτι εἰ πλέον ἁπάντων οἶδε τὸν Πατέρα, ἀλλ' οὐχ ὅσος ἐστὶν οἶδε· διὰ τοῦτο ὅ τε Εὐαγγελιστὴς ἐν τῷ κόλπῳ αὐτὸν διαιτᾶσθαι τοῦ Πατρὸς λέγει, αὐτός τε ὁ Χριστὸς τοσοῦτον αὐτὸν εἰδέναι φησὶν, ὅσον ὁ Πατὴρ τὸν Υἱόν. Ἐρώτησον οὖν τὸν ἀντιλέγοντα· Ἆρά γε, εἰπὲ, γινώσκει τὸν Υἱὸν ὁ Πατήρ; Καὶ ἐρεῖ πάντως, ἂν μὴ μαίνηται, ὅτι Ναί. Μετὰ τοῦτο κἀκεῖνο ἐρώμεθα πάλιν αὐτόν· Τί δὲ, ἀκριβῆ τινα ὅρασιν καὶ γνῶσιν αὐτὸν ὁρᾷ καὶ γινώσκει, καὶ τοῦτο ὅπερ ἐστὶν οἶδε σαφῶς; Καὶ πάντως καὶ τοῦτο ἐρεῖ. Ἀπὸ γοῦν τούτου λοιπὸν συνάγαγε τὴν ἀκριβῆ τοῦ Υἱοῦ περὶ τοῦ Πατρὸς κατάληψιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ὡς γινώσκει με ὁ Πατὴρ, οὕτω καὶ ἐγὼ αὐτὸν γινώσκω· καὶ ἀλλαχοῦ, Οὐχ ὅτι Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ. ∆ιὰ τοῦτο, ὅπερ ἔφην, καὶ ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται, πάντα διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων, ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἡ ἑνότης, ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία. Οὐ γὰρ τὸν ἑτερούσιον ἐν τοῖς κόλποις ἂν ἔσχεν ὁ Πατήρ· ἀλλ' οὐδὲ ἂν αὐτὸς ἐτόλμησε, δοῦλος ὢν καὶ τῶν πολλῶν εἷς, ἐν τῷ κόλπῳ στρέφεσθαι τοῦ ∆εσπότου· τοῦτο γὰρ υἱοῦ γνησίου μόνον καὶ πολλῇ τῇ παῤῥησίᾳ πρὸς τὸν γεγεννηκότα χρωμένου, καὶ οὐδὲν ἔλαττον ἔχοντος. Βούλει καὶ τὸ ἀΐδιον μαθεῖν; Ἄκουσον τί φησιν ὁ Μωϋσῆς περὶ τοῦ Πατρός. Ἐρωτήσας γὰρ, εἰ ἐρωτηθείη παρὰ τῶν Αἰγυπτίων, τίς ὁ ἀπεσταλκὼς αὐτὸν εἴη, τί ποτε δὴ καὶ ἀποκρίνηται πρὸς αὐτοὺς, κελεύεται 59.100 εἰπεῖν, ὅτι Ὁ ὢν ἀπέσταλκέ με. Τὸ δὲ, Ὁ ὢν, τοῦ ἀεὶ εἶναι σημαντικόν ἐστι, καὶ τοῦ ἀνάρχως εἶναι, καὶ τοῦ ὄντως εἶναι καὶ κυρίως. Τοῦτο καὶ τὸ, Ἐν ἀρχῇ ἦν, ἐμφαίνει, τοῦ ἀεὶ εἶναι δηλωτικὸν ὄν. Τούτῳ δὴ οὖν ἐνταῦθα κέχρηται τῷ ῥητῷ ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Ἵνα τοίνυν μὴ διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν ἕνα τινὰ τῶν χάριτι γενομένων υἱῶν εἶναι νομίσῃς αὐτὸν, πρῶτον μὲν πρόσκειται τὸ ἄρθρον διαιροῦν αὐτὸν τῶν κατὰ χάριν. Εἰ δὲ μὴ τοῦτο ἀρκεῖ σοι, ἀλλ' ἔτι κάτω κύπτεις, τούτου κυριώτερον ἄκουε ὄνομα τὸ, Μονογενής. Εἰ δὲ καὶ μετὰ τοῦτο πάλιν κάτω βλέπεις, οὐ παραιτήσομαί πως καὶ ἀνθρωπίνην τινὰ ῥῆσιν εἰπεῖν περὶ τοῦ Θεοῦ, τὴν