1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

60

τὸν Σαμουήλ. καὶ ὁ μὲν ἁπλῶς περὶ τῶν ὑποβεβηκότων δογμάτων τῆς ἐκκλησίας διειληφὼς θεωρεῖ τὴν τερπνότητα κυρίου, προσβάλλων δέ τις τοῖς περὶ τῆς τριάδος περιαθρήσει τὸν ναὸν αὐτοῦ. 238 Ps 26,5.6 Πολλάκις ηδη διαφορὰν σκηνῆς καὶ οικου οτε αμα ὀνομάζονται εἰρήκαμεν, ὡς τῆς μὲν προκοπὴν δηλούσης, τοῦ δὲ τελειότητα. οτε τοίνυν ἐνέστηκέν τινι ετι ἡ τῶν κακῶν ἡμέρα, οὐκ ἐν τῷ οικῳ τοῦ θεοῦ ειναι δύναται, ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται ὑπὸ κυρίου τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον· οὐ γὰρ ὁ αρτι μετανοῶν ἐπὶ τελειότητα ἰέναι οιός τε. Τάχα δὲ τὸ ονομα τῶν κακῶν σημαίνειν τὰ περιστατικὰ καὶ ἐνταῦθα δύναται. ̓Εσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, τῆς παιδεύσεως καθ' ην προκόπτομεν. τὰ μέν ἐστι προφανῆ, τὰ δὲ ἀπόκρυφα καὶ ἀνακεχωρηκότα οια τὰ μυστικά. ἐν τῷ προκόπτειν ουν σκεπάζει ὁ θεὸς οὐκ ἐν τοῖς ἐπιπολαίοις ἀλλ' ̓Εν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. πρόσκειται δὲ τὸ Αὐτοῦ πρὸς παράστασιν τοῦ μὴ πᾶσαν σκηνὴν τουτέστι προκοπὴν κατὰ θεὸν ειναι. ̓Εν πέτρᾳ υψωσέν με, μετὰ τὴν προκοπὴν φθάσαντά με ἐπὶ τὸν στερρότατον καὶ ἀρραγῆ τῆς τελειώσεως λόγον πέτραν ἀλληγορικώτερον ὀνομαζόμενον· αὐτὸς ὁ κύριος υψωσέν με. κατάλληλον τῇ προκοπῇ τὸ Εκρυψεν, τῇ τελειότητι τὸ Υψωσεν. δυνατὸν δὲ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν σκηνὴν λέγειν ης ἐν τῷ ἀποκρύφῳ τουτέστιν ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ θεός, ὑψῶν αὐτὸν ἐν πέτρᾳ πνευματικῇ οὐκ αλλῃ τοῦ Χριστοῦ τυγχανούσῃ. Καὶ νῦν μετὰ τὸ διαβῆναι τὴν προκοπὴν καὶ ἐπὶ τὸ τέρμα τῆς ἀληθείας ἐφθακέναι ὑψοῖ τὴν κεφαλήν, ητοι νοῦν τὸν ἐμὸν η Χριστὸν αρχοντα νοῦ γεγενημένον, ἐπὶ τοὺς ἐχθρούς μου, οπως ὑπὸ πόδας καὶ ὑποτεταγμένους αὐτοὺς εχω. ̓Εκύκλωσα καὶ εθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως. Κατάλληλον τῷ Εκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου καὶ τὸ προκείμενον· τότε γὰρ θυσίαν ἀλαλαγμοῦ μετὰ νίκην ἐπιτελουμένην θύσει, κυκλώσας ἐν τῇ σκηνῇ αὐτοῦ. ἀλαλάξαι δέ ἐστιν τὸ ἀθρόως ἐπὶ ἡττηθεῖσιν ἐχθροῖς βοῆσαι. ὁ ουν τῶν ἐχθρῶν περιγινόμενος τὴν ἐπὶ νίκῃ χαριστήριον θυσίαν εἰκότως ἐν τῇ σκηνῇ, τουτέστιν ἐν τῇ προκοπῇ, προσάγει. Αισω καὶ ψαλῶ τῷ κυρίῳ. Οὐ μόνον θεωρήσω τὰ τῆς ἀληθείας οπερ δηλοῦται διὰ τοῦ Αισω, ἀλλὰ καὶ κατ' ἀρετὴν ἐνεργήσω ο παρίσταται διὰ τοῦ Ψαλῶ, ἀρεσκόντως θεῷ ποιῶν ἀμφότερα. τοῦτο γὰρ σημαίνει τὸ Αισομαι καὶ ψαλῶ τῷ κυρίῳ. 239 Ps 26,7-9a ̓Επιστάμενος ὁ ταῦτα λέγων εὐχαῖς δικαίων ἐπακούοντα τὸν θεόν, ἀπὸ τῆς αὐτῆς διαθέσεως τοῖς δικαίοις κεκραγὼς εἰσακουσθήσεσθαι ἀξιοῖ. Εἰ τὸ κατ' ἀξίαν σκοπήσοις, κύριε, οὐκ εἰσακούσῃ θνητοῦ τινος· οὐδεὶς γὰρ τηλικαύτην κραυγὴν ἀναπέμψει ὡς φθάσαι πρὸς σέ. εἰς τὴν σὴν ουν ἀγαθότητα ἀποβλέψας ̓Ελέησόν με· ουτω γὰρ καὶ Εἰσακούσῃ μου. ἀμφότερα δὲ τότε ἐλεηθῆναι καὶ εἰσακουσθῆναι οὐκ ἐξ ἐπιπολῆς χειλέων ἀλλ' ἀπ' αὐτῆς καρδίας ειπον πρὸς σέ. διὰ τούτου παρίσταται οτι οὐ πάντως τῆς προφορικῆς φωνῆς ἀλλὰ μάλιστα τῆς φωνῆς τῆς καρδίας εἰσακούει θεός. ̓Εξεζήτησέν σε τὸ πρόσωπόν μου· καὶ τοῦτο δὲ ειπέν σοι ἡ καρδία μου, τὸ ἐμοῦ τῆς καρδίας πρόσωπον οὐκ αλλο τυγχάνον τοῦ νοῦ ἐκζητήσει σε. τεύξομαι δὲ τῆς μετὰ τὴν ἐκζήτησιν εὑρέσεως πρόσωπον πρὸς πρόσωπον προσβάλλων σοι, καταργηθέντος τοῦ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι. ̓Επιστήσας εγνων τὸ πρόσωπον τοῦ εσω ἀνθρώπου κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν σὴν τετυπωμένον· οθεν ζητῶ ἰδεῖν σου τὸ πρόσωπον. κατανοήσας γὰρ αὐτὸ φωτισμὸν πλείονα εξω. τότε δὲ ζητεῖν δύναμαι, οτ' αν σὺ ἐπιφάνῃς τὸ πρόσωπόν σου· εἰ μὴ γὰρ τοῦτο γένηται, προσβάλλειν αὐτῷ οὐ δυνήσομαι. διό φημι· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. 240 Ps 26,11 Νομοθέτησόν με, ινα τοιοῦτον νόμον παρὰ σοῦ λαβὼν ὁδεύσω τὸν εἰπόντα· ̓Εγώ εἰμι ἡ ὁδός. Καὶ ὁδήγησόν με τῇ εὐθείᾳ καὶ ἀκαμπεῖ ὁδῷ σου ενεκα τῶν ἐπικειμένων ἐχθρῶν, σκάνδαλα ἐχόμενα τρίβου τιθέντων μοι. ετι μὴν τῆς ἀρετῆς μεσότητος