60
τοῦ κόλπου λέγω, μόνον ἵνα μηδὲν ὑποπτεύσῃς ταπεινόν. Εἶδες φιλανθρωπίαν καὶ κηδεμονίαν ∆εσπότου; Ἀνάξια ῥήματα περιτίθησιν ἑαυτῷ ὁ Θεὸς, ἵνα κἂν οὕτω διαβλέψῃς, καὶ μέγα τι καὶ ὑψηλὸν ἐννοήσῃς· καὶ σὺ κάτω μένεις; Εἰπὲ γάρ μοι· τίνος ἕνεκεν ὁ κόλπος ἐνταῦθα παρείληπται, τὸ παχὺ τοῦτο ὄνομα καὶ σαρκικόν; ἵνα σῶμα τὸν Θεὸν ὑποπτεύσωμεν; Ἄπαγε, οὐδαμῶς, φησί. Τίνος οὖν ἕνεκεν εἴρηται; Εἰ γὰρ μήτε ἡ γνησιότης τοῦ Υἱοῦ παρίσταται διὰ τούτου, μήτε τὸ μὴ σῶμα εἶναι τὸν Θεὸν, περιττῶς προσέῤῥιπται τὸ ῥητὸν, οὐδεμίαν χρείαν πληροῦν. Τίνος οὖν ἕνεκεν εἴρηται; οὐ γὰρ ἀποστήσομαί σου τοῦτο πυνθανόμενος. Οὐκ εὔδηλον ὅτι οὐδὲν ἕτερον ἢ ἵνα μὴ ὑπολάβωμεν δι' αὐτοῦ, ἀλλ' ἢ τὸ γνήσιον τοῦ Μονογενοῦς, καὶ τὸ συναΐδιον τῷ Πατρί; Ἐκεῖνος ἐξηγήσατο, φησί. Τί ἐξηγήσατο; Ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὅτι εἷς ἐστιν ὁ Θεός. Ἀλλὰ τοῦτο μὲν καὶ οἱ λοιποὶ προφῆται, καὶ Μωϋσῆς ἄνω καὶ κάτω βοᾷ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ ὁ Ἡσαΐας· Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν. γʹ. Τί οὖν πλέον ἐμάθομεν παρὰ τοῦ Υἱοῦ, ὡς ἐν τοῖς κόλποις ὄντος τοῖς πατρικοῖς; τί παρὰ τοῦ Μονογενοῦς; Ὅτι πρῶτον μὲν καὶ αὐτὰ ταῦτα τῆς ἐνεργείας ἐστὶ τῆς ἐκείνου· ἔπειτα, πολλῷ τρανοτέραν ἐδεξάμεθα τὴν διδασκαλίαν, καὶ ἔγνωμεν ὅτι πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ ἔτι αὐτὸ τοῦτο, ὅτι Θεὸν ἰδεῖν ἀδύνατον, καὶ ὅτι οὐδεὶς αὐτὸν γινώσκει, εἰ μὴ ὁ Υἱός· καὶ ὅτι ὁ Πατήρ ἐστι γνησίου Μονογενοῦς· καὶ τὰ ἄλλα ὅσα περὶ αὐτοῦ διελέχθη. Τὸ δὲ, Ἐξηγήσατο, τὴν τρανοτέραν καὶ σαφεστέραν δείκνυσι διδασκαλίαν, ἢν οὐ πρὸς Ἰουδαίους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν ἐποιήσατο τὴν οἰκουμένην καὶ κατώρθωσε. Τοῖς μὲν οὖν προφήταις οὐδὲ Ἰουδαῖοι πάντες προσεῖχον· τῷ δὲ Μονογενεῖ τοῦ Θεοῦ πᾶσα ἡ οἰκουμένη καὶ εἶξε καὶ ἐπείσθη. Ἡ τοίνυν ἐξήγησις ἐνταῦθα τὸ σαφέστερον τῆς διδασκαλίας δηλοῖ· διὸ καὶ Λόγος λέγεται, καὶ Μεγάλης βουλῆς ἄγγελος. Ἐπεὶ οὖν καὶ μείζονος καὶ τελειοτέρας κατηξιώθημεν τῆς διδασκαλίας, οὐκ ἔτι διὰ προφητῶν, ἀλλὰ διὰ τοῦ Υἱοῦ λαλήσαντος ἡμῖν τοῦ Θεοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων, πολλῷ μείζονα καὶ ἀξίαν πολιτείαν ἐπιδειξώμεθα τῆς τιμῆς. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν καταβῆναι τοσοῦτον, ὡς μηκέτι διὰ τῶν δούλων ἡμῖν ἐθέλειν διαλέγεσθαι, ἀλλὰ δι' ἑαυτοῦ· ἡμᾶς δὲ τῶν προτέρων μηδὲν ἐπιδείξασθαι πλέον. Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως ∆εσπότην διδάσκα 59.101 λον ἔχομεν. Οὐκοῦν ταύτης τῆς τιμῆς ἀξίαν φιλοσοφίαν ἐπιδειξώμεθα, καὶ μηδὲν ἔχωμεν κοινὸν πρὸς τὴν γῆν. ∆ιὰ γὰρ τοῦτο ἡμῖν ἄνωθεν ἐκ τῶν οὐρανῶν διδασκαλίαν ἐκόμισεν, ἵνα ἐκεῖ μεταστήσῃ τὴν διάνοιαν, ἵνα μιμηταὶ τοῦ διδασκάλου γενώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ πῶς, φησὶν, ἔστι μιμητὰς γενέσθαι τοῦ Χριστοῦ, εἰς τὸ κοινωφελὲς ἅπαντα πραγματευομένους, καὶ μὴ τὰ ἑαυτῶν ζητοῦντας. Καὶ γὰρ ὁ Χριστὸς, φησὶν, οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Μηδεὶς τοιγαροῦν τὸ ἑαυτοῦ ζητείτω. Οὕτω γάρ τις τὸ ἑαυτοῦ ζητεῖ, ἂν τὸ τοῦ πλησίον σκοπῇ· καὶ γὰρ τὰ ἐκείνων ἡμέτερα. Σῶμά ἐσμεν ἓν, καὶ ἀλλήλων μέρη καὶ μέλη. Μὴ τοίνυν ὡς διεσπασμένοι διακεώμεθα, μηδὲ λεγέτω τις· Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν· πῶς προσελεύσομαι; πῶς διαλέξομαι; Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων ∆εσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος· ἐν γὰρ τῷ αὐτῷ γέγονε κόσμῳ. Εἰ δὲ καὶ τῆς πίστεως μετέχει τῆς αὐτῆς, ἰδού σοι καὶ μέλος γέγονε. Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ' ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια; Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν· ἀλλ' ὅσην μέλος πρὸς μέλος. Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ. Ὥσπερ οὖν οὐκ ἂν δύναιο λέγειν· Πόθεν μοι