61
ουσης ὑπερβολῆς καὶ ἐλλείψεως τοῦ τηρεῖν τὸ σύμμετρον, σὺ δέσποτα, ὁδήγησον, φέρων με εἰς τὸ τέλος αὐτῆς ενεκα τῶν ἐχθρῶν μου τῶν ἐνεργούντων τὴν κακίαν. καθ' ὑπερβολὴν ἐνεργοῦντες παρὰ θύραν ἱστάμενοι τῆς ἀρετῆς δι' ἀπάτης λαμβάνουσιν τοὺς μὴ ἐφιστάνοντας τῇ διαφορᾷ μεσότητος καὶ ὑπερβολῆς. εἰ δὲ καὶ εὐθείαν ὁδὸν τὴν τῶν ἀληθῶν δογμάτων πορείαν λέγοις, ισθι οτι μὴ ὁδηγοῦντος θεοῦ οἱ τὰ παρακείμενα ψευδῆ δόγματα τῆς ἀληθείας αγοντες αρχοντες τούτου τοῦ αἰῶνος ἐχθροί εἰσιν, ων ενεκα, οπως μὴ ἐμπέσωμεν εἰς τὴν ἀπάτην αὐτῶν, παρακαλοῦμεν ὁδηγηθῆναι ὑπὸ κυρίου τὴν εὐθείαν ὁδόν. 241 Ps 26,12 ̓Επεὶ εἱλόμην ὁδεύειν τὴν εὐθείαν ὁδόν, πάντες οἱ πονηροὶ θλίβειν με προτέθεινται· σὺ δέ, κύριε, κηδόμενός μου Μὴ παραδῷς με εἰς ψυχὰς αὐτῶν· ητοι εὐχόμενος μὴ παραδοθῆναι αὐτοῖς η μὴ συναριθμηθῆναι ταῖς ψυχαῖς αις ειχον οἱ θλίβοντες αὐτὸ τοῦτο μάρτυρες αδικοι ειναι ἑλόμενοι. ἀλλ' ἡ ἀδικία ῃ ἑαυτοὺς προσῳκείωσαν ἀσύστατος καὶ ἀβέβαιος ουσα ἐψεύσατο ἑαυτήν· οὐχ οια γὰρ ειναι ἐπαγγέλλεται, τοιαύτη εὑρέθη. ἡ γὰρ ̓Εψεύσατο φωνὴ οὐκ ἀεὶ τὸ ἐναντίον τῇ ἀληθείᾳ σημαίνει, ὡς τὸ ἐν τῷ προφήτῃ Αλων καὶ οινος ἐψεύσατο αὐτοὺς ἀντὶ τοῦ οὐχ ὡς ἐπηγγέλλετο· κατ' ετος ἡ αλων καὶ οινος εὑρεθέντα ἐψεύσαντο ἐλαττωθέντα. 242 Ps 26,13 Γῆ ζώντων ἐκλήθη ἡ ἐν ἐπαγγελίαις γῆ κατὰ τὴν αἰώνιον ζωήν, ἐπεὶ οὐδεὶς ἐν αὐτῇ μετέχει τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. αυτη δὲ ἡ γῆ ἐν τοῖς μὴ βλεπομένοις καὶ αἰωνίοις ιδρυται, καὶ ἐπ' αὐτῆς ἐστιν τὰ ἀληθῶς καὶ κυρίως τοῦ θεοῦ ἀγαθά. ο τοίνυν λέγει ὁ αγιος τοιοῦτόν ἐστιν· πιστεύω ζωῆς αἰωνίου μετασχεῖν, ινα κατ' αὐτὴν ζῶν μετοικισθῶ εἰς τὴν τῶν ζώντων γῆν, ωστε ἰδεῖν τὰ ἐπ' αὐτῆς τοῦ κυρίου ἀγαθὰ τὰ κατὰ τὰς ἐπαγγελίας ἀποκείμενα τοῖς ὁσίως βεβιωκόσιν. ευ δὲ εἰπεῖν καὶ τὸ ̓Ιδεῖν καὶ μὴ φαγεῖν καὶ αψασθαι η ετερόν τι· τὸ γὰρ ολον ἐν τῷ θεωρεῖσθαι τὰ θεῖα ἀγαθὰ παρέχει τὴν ὠφέλειαν. 243 Ps 26,14 Ητοι πρὸς ἑαυτὸν διαλεγόμενος τοῦτό φησιν η παντὶ ἀκούοντι αὐτοῦ. δύναται δὲ καὶ ανωθεν προτροπὴ αὐτῷ ὑπὸ τοῦ πνεύματος φέρεσθαι τοιαύτη, ἐπεὶ ἐπίστευσας τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἐν τῷ μέλλοντι αἰῶνι ὑπόμεινον τὸν κύριον η ὑπόμεινον τὴν δεῦρο τοῦ σωτῆρος κάθοδον· δι' αὐτῆς γὰρ ἀνελθεῖν ἐπὶ τὴν θέαν τῶν ἀγαθῶν δυνήσῃ. ̓Ανδρίζου τουτέστιν ἀνδρείαν ἀνάλαβε μὴ κατ' ἰσχὺν σώματος ἀλλὰ κραταιουμένης τῆς καρδίας σου. ουτω γὰρ ὑπομεῖναι τὸν κύριον δυνήσῃ κατὰ πάντας τοὺς προειρημένους τρόπους.
244 Ps 27,1c Σημαίνει δὲ τὸ ονομα τοῦ λάκκου καὶ τὸν τόπον τὸν
φυλάττοντα τοὺς κατακρίτους. 245 Ps 27,2a ̓Επεὶ ουν πολλῶν ἐνδεὴς ων εγνων πρὸς σοῦ ταῦτα ἀναπληροῦσθαι δύνασθαι, πρὸς σὲ βοῶν ἀξιῶ εἰσακοῦσαί σε τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι οὐ πρὸς αλλον τινὰ η σέ· οὐδὲ γὰρ αλλος ἀναπληρῶσαι δύναται τὰ ων ἐλλειπής εἰμι. 246 Ps 27,2b Ναὸς δὲ θεοῦ ειη αν καὶ ὁ ὑπερουράνιος χῶρος καὶ αἱ ἐν αὐτῷ δυνάμεις χωροῦσαι παρουσίαν θεοῦ κατὰ τὸ ἐφικτόν. ειη δὲ καὶ ὁ λόγος τοῦ θεοῦ ὁ φάσκων· ̔Ο πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ εργα. 247 Ps 27,3b Ευχεται ουν λέγων· ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια επεται, δικαιοσύνην παρέχων μοι μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, οπως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργαζομένων αὐτήν. 248 Ps 27,4 ̔Ο διορατικὸς ἐπιστημονικῶς τοῖς πράγμασιν προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ ὠφέλιμα οντα. ὁ δὲ φαῦλος ἡδονῇ θελγόμενος ἐργάζεται κακὰ οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. ἐπεὶ ουν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, ευχεται ὁ αγιος ἀποτῖσαι τῷ φαύλῳ κατὰ τὰ εργα αὐτοῦ ἐπίπονα, οπως καν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ αιτια κολάσεως αὐτῷ γεγενημένα. 249 Ps 27,5 Ων πράττει ὁ ανθρωπος, τὰ μὲν αὐτοῦ εργα, τὰ δὲ τῶν χειρῶν αὐτοῦ ἐστιν· αὐτὸς γὰρ κατὰ διάθεσιν ἐργάζεται. αἱ δὲ ἐνεργητικαὶ δυνάμεις χεῖρες αὐτοῦ καλούμεναι ἐπιτελοῦσι τῶν ἁμαρτημάτων τὰ