61
οἰκειότης καὶ ἐγγύτης πρὸς αὐτόν; καταγέλαστον γὰρ τοῦτο· οὕτως οὐδὲ περὶ τοῦ ἀδελφοῦ δυνήσῃ τοῦτο εἰπεῖν. Οἱ γὰρ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, 59.102 φησί. ∆ιατί εἰς ἓν σῶμα; Ὥστε μὴ διεσπάσθαι, ἀλλὰ τῇ πρὸς ἀλλήλους συνόδῳ καὶ φιλίᾳ σώματος ἑνὸς ἀκολουθίαν διατηρεῖν. Μὴ δὴ καταφρονήσωμεν ἀλλήλων, ἵνα μὴ ἑαυτῶν ὑπερίδωμεν. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, φησὶν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. ∆ιὰ τοῦτο οἰκίαν μίαν τοῦτον ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, πάντα ἐξίσου διένειμεν, ἕνα ἀνῆψε πᾶσιν ἥλιον, ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. Ἔδωκε καὶ ἑτέραν ταύτης πολλῷ μείζονα τράπεζαν, ἀλλὰ καὶ ταύτην μίαν· ἴσασιν οἱ συμμύσται τὸ λεγόμενον· ἕνα τρόπον γεννήσεως ἅπασιν ἐχαρίσατο τὸν πνευματικόν· μία πᾶσι πατρὶς, ἡ ἐν τοῖς οὐρανοῖς· ἐκ τοῦ ποτηρίου τοῦ αὐτοῦ πάντες πίνομεν. Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε· τὰ σαρκικὰ ὁμοτίμως, τὰ πνευματικὰ ὁμοίως παρέσχε. Πόθεν οὖν ἡ ἀνωμαλία πολλὴ κατὰ τὸν βίον; Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας. Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας. Ταῦτα γὰρ πάντα σκιὰ, καὶ σκιᾶς εὐτελέστερα, τοῖς τὸν σύνδεσμον ἔχουσι τῆς ἀγάπης ἄνωθεν. Τοῦτον οὖν φυλάττωμεν ἀῤῥαγῆ, καὶ οὐδὲν ἐπεισελθεῖν δυνήσεται τῶν πνευμάτων τῶν πονηρῶν καὶ διαιρούντων τὴν τοσαύτην ἕνωσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.101 ΟΜΙΛΙΑ ΙΣΤʹ. Αὕτη γάρ ἐστιν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε
ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐ τόν· Σὺ τίς εἶ;
αʹ. ∆εινὸν ἡ βασκανία, ἀγαπητὲ, δεινὸν καὶ ὀλέθριον τοῖς βασκαίνουσιν, οὐ
τοῖς βασκαινομένοις. Πρώτους γὰρ αὐτοὺς λυμαίνεται καὶ διαφθείρει, καθάπερ ἰός τις θανατηφόρος ἐγκαθήμενος αὐτῶν ταῖς ψυχαῖς. Εἰ δέ που καὶ τοὺς φθονουμένους παραβλάψειε, μικρὰν καὶ οὐδενὸς ἀξίαν βλάβην, καὶ μεῖζον τῆς ζημίας τὸ κέρδος ἔχουσαν. Καὶ οὐκ ἐπὶ τῆς βασκανίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ δράσας κακῶς, οὗτός ἐστιν ὁ τὴν βλάβην δεξάμενος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν προσέταξεν ὁ Παῦλος τοῖς μαθηταῖς, ∆ιατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; λέγων· διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Οἶδε γὰρ ἀκριβῶς οὐ τῷ πάσχοντι κακῶς, ἀλλὰ τῷ ποιοῦντι κακῶς, τὸν ὄλεθρον ἑπόμενον πανταχοῦ. Ταῦτα δή μοι πάντα διὰ τὴν βασκανίαν εἴρηται τὴν Ἰουδαϊκήν. Οἱ γὰρ ἀπὸ τῶν πόλεων ἐκχυθέντες πρὸς τὸν Ἰωάννην, καὶ τῶν ἁμαρτημάτων καταγνόντες τῶν οἰκείων, καὶ βαπτισάμενοι, αὐτοὶ μετὰ τὸ βάπτισμα καθάπερ ἔκ τινος μεταμελείας πέμπουσιν ἐρωτῶντες αὐτόν· Σὺ τίς εἶ; Ὄντως γεννήματα ἐχιδνῶν καὶ ὄφεις, καὶ εἴ τι τούτων χαλεπώτερον. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς καὶ διεστραμμένη, μετὰ τὸ βαπτίσασθαι, τότε τὸν βαπτιστὴν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Καὶ τί ταύτης τῆς ἀλογίας ἀλογώτερον γένοιτ' ἄν; Πῶς ἐξῄειτε; πῶς 59.102 ἐξωμολογεῖσθε τὰ ἁμαρτήματα; πῶς ἐπετρέχετε τῷ βαπτίζοντι; πῶς αὐτὸν ἠρωτᾶτε περὶ τῶν πρακτέων; Ταῦτα γὰρ ὑμῖν ἅπαντα ἀλόγως ἐπράττετο, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἀγνοοῦσιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνεκάλεσεν ὁ μακάριος Ἰωάννης, οὐδὲ ὠνείδισεν, ἀλλὰ μετὰ ἐπιεικείας ἁπάσης ἀποκρίνεται πρὸς αὐτούς. Τίνος δὲ ἕνεκεν