62
πρακτικά. ἀξιοῖ ουν καθ' ετερα ἀνταπόδοσιν γενέσθαι, Οτι οὐ συνῆκαν εἰς τὰ εργα κυρίου καὶ εἰς τὰ εργα τῶν χειρῶν αὐτοῦ. τῶν εργων τοῦ θεοῦ τὰ μὲν ὁρατά, τὰ δὲ ἀόρατα τυγχάνει. τοὺς γοῦν μὴ συνέντας τὰ εργα τοῦ θεοῦ καὶ τὰ εργα τῶν χειρῶν αὐτοῦ ἀνταπολαβεῖν βούλεται τὸ ἀνταπόδομα αὐτῶν· αὐτοὶ γὰρ προαιρετικῶς ειλοντο τὸ μὴ συνιέναι τὰ εργα ῳ ἠκολούθησε τὸ τιμωρίας αὐτοὺς ὑποπεσεῖν. 250 Ps 27,7 ̓Επὶ τῷ βοηθῷ καὶ ὑπερασπιστῇ κυρίῳ ἐλπίσασα ἡ καρδία μου ἐβοηθήθη, ὡς μηδὲν ἐν αὐτῇ ειναι ἐνθύμημα αἰσχρὸν η δόγμα φαῦλον. βοηθουμένης γὰρ καρδίας ἐστὶν τὸ συγκατατίθεσθαι οις δεῖ καὶ ἀνανεύειν πρὸς τὰ ἐναντία. ουτω δὲ τῆς καρδίας μου βοηθείσης ̓Ανέθαλεν ἡ σάρξ μου ἐν τῷ πράττειν αὐτά. τάχα δὲ καὶ ἡ ἐλπίζουσα καρδία βοηθηθείη, ἀπολαμβάνουσα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν ἀνατείλασαν τὴν σάρκα. παραπλήσιον τούτῳ τὸ Καὶ τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ. σπέρματος γὰρ λόγον τὸ νῦν ἡμῶν σῶμα εχει πρὸς τὸ ἐξ ἀναστάσεως· αὐτὸ γὰρ τοῦτο σπαρὲν ἐν φθορᾷ ἀναθάλλει ἐν ἀφθαρσίᾳ σπειρόμενον· οθεν καὶ τῷ παραδείγματι τῷ σπειρομένῳ εἰς τὰ περὶ ἀναστάσεως ἐχρήσατο Παῦλος. Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. πολλοὶ φόβῳ κολάσεως η αἰσχύνης ενεκα τῆς πρὸς ἀνθρώπους ἀπαγορεύουσι τὰ ἁμαρτήματα κατὰ διάθεσιν ἡδόμενοι ἐπ' αὐτοῖς. ὁ δὲ κριτικὸς ἀνὴρ ἐνιδὼν τῷ μύσει καὶ βλαβερῷ τῶν ἁμαρτημάτων ἑκουσίως ἀποστρέφεται αὐτά, ἐξ ἰδίου θελήματος περὶ αὐτῶν ἐξομολογούμενος θεῷ. ἐὰν δὲ εὐχαριστίαν σημαίνοι τὸ ̓Εξομολογήσομαι αὐτῷ, ἐκ θελήματός τις αὐτὸ ποιεῖ, ἐπὶ πᾶσιν τοῖς συμβαίνουσιν εὐχαριστῶν καν ἀηδῆ τινα ειναι δοκῇ. οἱ γὰρ ἐπὶ τοῖς τέρπουσι μόνοις εὐχαριστοῦντες οὐκ ἐξ ἰδίου θελήματος ἀλλ' ὑφ' ἡδονῆς αγονται ἐπὶ τοῦτο. 251 Ps 27,8 ̔Ο τοῦ θεοῦ λαὸς οὐκ αλλο τι εχει κραταίωμα η τὸν κύριον αὐτὸν ερυμα καὶ ερκος αὐτῶν γινόμενον. αὐτὸς δὲ ουτος ὁ κύριος καὶ ὑπερασπιστής ἐστιν τῶν σωτηριῶν τοῦ Χριστοῦ. πᾶς δὲ Χριστοῦ μετέχων ὁμωνύμως αὐτῷ χριστὸς καλεῖται. ων ουν σῴζεται σωτηριῶν ὁ ουτω χριστὸς αὐτοῦ ὑπερασπιστής ἐστιν, αν δὲ χριστοῦ τοῦ οντος υἱοῦ αὐτοῦ ὑπερασπιστὴς τῶν σωτηριῶν η σωτηρίας ἀκουστέον καθ' ας σῴζει. 252 Ps 27,9 Σῶσον τὸν λαόν σου τοῦτον ου κραταίωμα τυγχάνεις, εὐλογῶν τὴν κληρονομίαν σου οὐκ αλλην τοῦ λαοῦ σου ουσαν· εὐλόγησον δὲ αὐτὴν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, ἐπάρας καὶ μετεωρίσας δι' ἀρετῆς αὐτοὺς ἀλλὰ καὶ ποιμαίνων αὐτοὺς εἰς πάντα τὸν αἰῶνα τοῦτον. ἐν γὰρ τῷ μέλλοντι ὑπερβάντες τὴν θρεμμάτων κατάστασιν παιδευτῇ καὶ διδασκάλῳ σοι χρήσονται. 253 Ps 28,1a ̔Ο προκείμενος ψαλμὸς μέγιστα περιέχων μυστήρια εἰκότως κατὰ τὸν εἰκοστὸν ογδοον ἀριθμὸν τέτακται οντα δυνάμει ἑβδομάδα. ἐὰν γοῦν συνθῇς τοὺς ἑξῆς ἀριθμοὺς ἀπὸ μονάδος εως ἑβδομάδος, εἰκοστὸς ογδοος ἀπαρτίζεται· οθεν καὶ τρίγωνός ἐστιν ἑκάστης αὐτοῦ πλευρᾶς συγκειμένης ἐξ ἑβδομάδος. εστιν δὲ καὶ τέλειος ἀριθμός, δεύτερος μετὰ τὸν εκτον. τέλειον δὲ ἀριθμόν φασιν τὸν ἐκ τῶν μερῶν ἑαυτοῦ συντιθέμενον, ωστε μὴ ὑπερβάλλειν μηδὲ ἐλλείπειν. καὶ ὁ παρὼν ουν ἀριθμὸς μέρη εχει ημισυ, τέταρτον, εβδομον, τεσσαρεσκαιδέκατον, εἰκοστὸν ογδοον· απερ συντεθέντα ἀπαρτίζει ἑαυτόν.
254 Ps 28,1b-2 Προστάττει ητοι τοῖς ἀγγέλοις η τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας
εχουσιν ἀνθρώποις ἐνεγκεῖν ἐπὶ τὴν σκηνὴν τὰ πρὸς θεραπείαν· εν δὲ ων φέρουσιν καὶ υἱοὶ τῶν κριῶν εἰσιν. κριοὺς δὲ ἡγητέον ειναι τοὺς εὐτόνους κατὰ θεοσεβείαν βίον ἐπανελομένους δίχα τοῦ λογικῶς θεωρεῖν τὴν ἀλήθειαν. διὸ καὶ αρχειν εἰσὶν ἱκανοί, υἱοὶ δὲ κριῶν οἱ μιμήσει τῆς πολιτείας γεννηθέντες ὑπ' αὐτῶν. ∆όξαν φέρουσιν οἱ ὀρθῶς καὶ δικαίως καὶ εὐσεβῶς περὶ τῆς τριάδος διειληφότες, τιμὴν δὲ οἱ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττοντες. εἰ γὰρ ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ