62
τοῦτο ἐποίει, ἐκεῖνο μαθεῖν ἄξιον, ὥστε πᾶσιν αὐτῶν κατάδηλον τὴν κακουργίαν γενέσθαι καὶ φανεράν· Πολλάκις πρὸς Ἰουδαίους ἐμαρτύρησεν ὁ Ἰωάννης τῷ Χριστῷ, καὶ ὅτε ἐβάπτιζεν αὐτοὺς, συνεχῶς αὐτοῦ πρὸς τοὺς παρόντας ἐμέμνητο, καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔπαθον οὖν τι πρὸς αὐτὸν ἀνθρώπινον πάθος. Εἰς γὰρ τὴν τοῦ κόσμου δόξαν ἐπτοημένοι, καὶ τὰ κατὰ πρόσωπον βλέποντες, ἀνάξιον εἶναι ἐνόμιζον ὑποτάσσεσθαι αὐτὸν τῷ Χριστῷ. Τὸν μὲν γὰρ Ἰωάννην πολλὰ τὰ δεικνύντα λαμπρὸν ἦν· καὶ πρῶτον, τὸ γένος ἐπίσημον καὶ περιφανές· ἀρχιερέως γὰρ ἦν υἱός· ἔπειτα ἡ δίαιτα καὶ ἡ σκληραγωγία, ἡ τῶν ἀνθρωπίνων ὑπεροψία πάντων· καὶ γὰρ ἐσθῆτος, καὶ τραπέζης, καὶ οἰκίας, καὶ τροφῆς δὲ αὐτῆς ὑπεριδὼν, κατὰ τὴν ἔρημον τὸν ἔμπροσθεν διέτριβε χρόνον. Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον ἦν· τό τε γὰρ γένος εὐτελές· ὃ καὶ πολλάκις αὐτὸ προὔφερον λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; 59.103 οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς; Καὶ ἡ δοκοῦσα δὲ αὐτῷ πατρὶς εἶναι τοσοῦτον ἐπονείδιστος ἦν, ὡς καὶ τὸν Ναθαναὴλ λέγειν· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ἡ δίαιτα δὲ κοινὴ, καὶ τὰ ἱμάτια δὲ οὐδὲν πλέον τῶν πολλῶν ἔχοντα, Οὐ γὰρ περιέκειτο ζώνην δερματίνην, οὐδὲ ἀπὸ τριχῶν τὸ ἔνδυμα εἶχεν, οὐδὲ μέλι καὶ ἀκρίδας ἤσθιεν· ἀλλὰ πᾶσιν ὁμοίως διῃτᾶτο, καὶ συμποσίοις παρεγίνετο πονηρῶν ἀνθρώπων, καὶ τελωνῶν, ὥστε αὐτοὺς ἐπισπᾶσθαι. Ὅπερ οὐ συνιέντες οἱ Ἰουδαῖοι, καὶ διὰ ταῦτα αὐτῷ ὠνείδιζον, καθὼς καὶ αὐτός φησιν· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἐπεὶ οὖν συνεχῶς ὁ Ἰωάννης ἀφ' ἑαυτοῦ πρὸς ἐκεῖνον αὐτοὺς παρέπεμπε τὸν δοκοῦντα παρ' αὐτοῖς εὐτελέστερον εἶναι, αἰσχυνόμενοι καὶ δυσχεραίνοντες, καὶ βουλόμενοι τοῦτον μᾶλλον ἔχειν διδάσκαλον, φανερῶς μὲν τοῦτο οὐκ ἐτόλμησαν εἰπεῖν, πέμπουσι δὲ πρὸς αὐτὸν προσδοκῶντες διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι Χριστόν. Οὐ τοίνυν τινὰς εὐκαταφρονήτους πέμπουσιν ὡς ἐπὶ τοῦ Χριστοῦ· ἐκεῖνον μὲν γὰρ βουλόμενοι κατασχεῖν, ὑπηρέτας ἀπέστειλαν, καὶ Ἡρωδιανοὺς πάλιν καὶ τοιούτους τινάς· ἐνταῦθα δὲ ἱερεῖς, καὶ Λευΐτας· καὶ οὐχ ἁπλῶς ἱερεῖς, ἀλλὰ τοὺς ἐξ Ἱεροσολύμων, τουτέστι, τοὺς ἐντιμοτέρους (οὐδὲ γὰρ ἁπλῶς ταῦτα ἐπεσημήνατο ὁ Εὐαγγελιστής)· καὶ πέμπουσιν, ἵνα ἐρωτήσωσι, Σὺ τίς εἶ; Καὶ μὴν ἡ γέννησις αὐτοῦ πᾶσα κατάδηλος ἦν, ὡς καὶ λέγειν ἅπαντας· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ εἰς ὅλην τὴν ὀρεινὴν ὁ λόγος ἐξῆλθεν οὗτος. Καὶ ὅτε παρεγένετο πάλιν ἐπὶ τὸν Ἰορδάνην, πᾶσαι αἱ πόλεις ἀνεπτερώθησαν, καὶ ἐξ Ἱεροσολύμων καὶ ἐκ πάσης τῆς Ἰουδαίας ἐπορεύοντο βαπτισθῆναι πρὸς αὐτόν. Οὗτοι τοιγαροῦν ἐρωτῶσι νῦν, οὐχ ὡς ἀγνοοῦντες (πῶς γὰρ, τὸν τοσούτοις τρόποις γενόμενον δῆλον;), ἀλλὰ βουλόμενοι εἰς τοῦτο, ὅπερ εἶπον, αὐτὸν ἐναγαγεῖν. βʹ. Ἄκουσον γοῦν πῶς καὶ ὁ μακάριος οὗτος πρὸς τὴν διάνοιαν μεθ' ἧς ἠρώτων, οὐ πρὸς τὴν ἐρώτησιν αὐτὴν ἀπεκρίνατο. Εἰπόντων γὰρ, Σὺ τίς εἶ; οὐκ εἶπεν εὐθέως ὅπερ ἐξ εὐθείας ἦν εἰπεῖν· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἀλλὰ τί; Ὅπερ ὑπώπτευον ἐκεῖνοι, τοῦτο ἀνεῖλεν. Ἐρωτηθεὶς γὰρ, φησὶ, Τίς εἶ; ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Καὶ ὅρα σοφίαν εὐαγγελιστοῦ. Τρίτον τὸ αὐτὸ λέγει, καὶ τὴν ἀρετὴν τοῦ Βαπτιστοῦ δηλῶν, καὶ τὴν πονηρίαν καὶ τὴν ἄνοιαν τὴν ἐκείνων. Καὶ ὁ Λουκᾶς δέ φησιν, ὅτι τῶν ὄχλων ὑποπτευόντων αὐτὸν εἶναι τὸν Χριστὸν, πάλιν ἀναιρεῖ τὴν ὑπόνοιαν. Τοῦτο οἰκέτου εὐγνώμονος, μὴ μόνον μὴ ἁρπάζειν δόξαν δεσποτικὴν, ἀλλὰ καὶ διακρούεσθαι διδομένην παρὰ τῶν πολλῶν. Ἀλλ' οἱ μὲν ὄχλοι ἐξ ἀφελείας καὶ ἀγνοίας ἐπὶ ταύτην ἦλθον τὴν ὑποψίαν· οὗτοι δὲ ἀπὸ πονηρᾶς γνώμης, καὶ ἧς εἶπον, ἠρώτων αὐτὸν, προσδοκῶντες, ὅπερ ἔφην, ἀπὸ τῆς κολακείας αὐτὸν ἐπισπᾶσθαι εἰς ὅπερ ἐσπούδαζον. Εἰ γὰρ μὴ τοῦτο προσεδόκων, οὐκ ἂν εὐθέως