63
παραβαίνειν τὸν θεὸν ἀτιμάζει, τιμὴν αὐτῷ προσάγει ὁ περιεχόμενος τοῦ θείου νόμου. ̓Ενέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· ὁμοίως τῷ πρὸ αὐτοῦ. Προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. ὁ κατὰ τὰ δόγματα τὰ ἐκκλησιαστικὰ καὶ τοὺς ἀμέμπτους αὐτῆς κανόνας τῷ θεῷ λατρεύων προσκυνεῖ τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 255 Ps 28,3a Προχειρότερόν τις ἐπιβάλλων ἐρεῖ τὸν ̓Ιωάννην βαπτίζοντα ἐν τῷ ̓Ιορδάνῃ ποταμῷ φωνὴν ειναι κυρίου ἐπὶ τῶν ὑδάτων. 256 Ps 28,7 Ετι μὴν ευτονον καὶ αὐστηρὸν βίον ἀναλαβὼν ὁ ̓Ιωάννης, διοδεύσιμον τὸν φλογμὸν τῶν ἡδονῶν τοῦ βίου ποιήσας, Φωνή ἐστιν κυρίου διακόπτοντος φλόγα πυρός. 257 Ps 28,8b.9a Γέγονεν ουν ἐξ ἐρήμου οἰκουμένη. ̔Η προειρημένη τοῦ κυρίου φωνὴ καταρτίζει τὰς ἀλληγορικῶς καλουμένας ἐλάφους. ψυχαὶ δέ εἰσιν αυται, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσαι καὶ πνεύματι διὰ χειλέων κατὰ μίμησιν θεοῦ ἀναιροῦσαι τὸν ἀσεβῆ οφιν. 258 Ps 28,9b ̓Εργάσεται δὲ αυτη ἡ τοῦ κυρίου φωνὴ καὶ δρυμῶν ἀποκάλυψιν, οπως φανερὰ γένωνται τὰ ἐν αὐτοῖς φωλεύοντα θηρία α ἀνειμῶνται ελαφοι. δρυμὸς δέ ἐστιν σύμφυτος τόπος ξύλων ἀκάρπων· ἀποκαλύπτεται δὲ δρυμός, τῶν ἐν αὐτῷ ξύλων ἀκάρπων ἐκκοπτομένων ὑπὸ τῆς ἀξίνης τοῦ λόγου καὶ εἰς πῦρ βαλλομένων. 259 Ps 28,9c Οτ' αν τὰ ἐπισκιάζοντα τῇ τῶν ἀνθρώπων προκοπῇ περιαιρεθῇ, τὸ τηνικάδε πᾶς τις τὴν πολύθεον πλάνην ἐάσας δόξαν ἐρεῖ ἐν τῷ ναῷ τοῦ θεοῦ. 260 Ps 28,10b Τὸ καθῆσθαι τὸν θεὸν σημαίνει τὴν ιδρυσιν αὐτοῦ ατρεπτον καὶ ἀναλλοίωτον μένειν ἀεί. διαστέλλει γοῦν αὐτὴν τοῖς διὰ τοῦ τρέπεσθαι ἀπολλυμένοις φάσκων· Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. καὶ ἐνταῦθα ουν τὸ μόνιμον τῆς βασιλείας αὐτοῦ παρίσταται. διὰ τοῦτο Καὶ καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, τέλος οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ.
261 Ps 29,1 ̔Ο μέντοι τῇ ἱστορίᾳ συναγορεύων ἐρεῖ οτι ∆αυὶδ ὁ βασιλεὺς
οικον αἰσθητὸν κυρίῳ οἰκοδομῆσαι προθυμηθεὶς κεκώλυται τοῦ θεοῦ εἰπόντος πρὸς αὐτόν· Οὐ σὺ οἰκοδομήσεις μοι οικον διὰ τὸ ἀνὴρ πολεμιστὴς ειναι ἐκ νεότητός σου, ἀλλ' ὁ ἐξερχόμενος ἐκ τῆς ὀσφύος σου ουτος οἰκοδομήσει μοι οικον. πεισθεὶς τῷ χρησμῷ ∆αυὶδ τοῦ μὲν οἰκοδομῆσαι ἐπαύσατο, τῶν δὲ πρὸς τὴν οἰκοδομὴν ὑλῶν προενοήσατο. ωσπερ ουν, φησίν, τὰς υλας προητοίμασεν, ουτω καὶ τὸν ψαλμὸν ποιήσας ὡς εν τι τῶν ἀναγκαίων καταλέλοιπεν, καὶ οπως οἰκοδομηθέντος καὶ ἐγκαινισθέντος τοῦ οικου ὑπὸ τῶν εἰς τοῦτο τεταγμένων ἀνακρουσθῇ μετ' εὐχαριστείας ψαλλόντων καὶ ᾀδόντων. 262 Ps 29,4 Σεσῶσθαι δέ φησιν ητοι μὴ ἐάσαντος αὐτὸν τοῦ θεοῦ καταβῆναι εἰς αὐτὸν η μετὰ τὸ κατελθεῖν ἀναγαγόντος. ῥηθείη δὲ ταῦτα οἰκονομικῶς καὶ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ τοῦ ἐληλυθότος τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ ἡμῶν καὶ δόντος γε αὐτὴν καὶ ἀναστάντος ἐκ νεκρῶν εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός, πρὸς ον καὶ ἀνθρωπίνως φησίν· ἐπειδὴ Οὐκ ἐγκατέλιπες τὴν ψυχήν μου εἰς τὸν ᾳδην, λάκκον ὀνομαζόμενον, θαρρῶν λέγω· Εσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς τὸν λάκκον. 263 Ps 29,6cδ Οις ἡμέρα εληξεν ην κατασκευάζει τὸ φῶς τὸ ἀληθινόν, κλαίουσιν ἐν ἑσπέρᾳ, τουτέστιν ἐν ἀρχῇ νυκτὸς γεγενημένοι, ἀγαλλιώντων οις ἡμέρας ἀρχὴ συνυπέστη ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης. ἁρμόσει τοῦτο ἀμφοτέροις τοῖς λόγοις, τοῦ μὲν ἐκ περιτομῆς κλαίοντος οτε εδυ αὐτοῖς ὁ ηλιος τῆς δικαιοσύνης, τοῦ δὲ πρωὶ τῶν ἐθνῶν ἀγαλλιωμένων ἐπιλάμψαντος αὐτοῖς τοῦ σωτηρίου λόγου. 264 Ps 29,7 Εὐθηνίαν ἀκούειν δεῖ ἐπὶ πολυκαρπίᾳ πνευματικῇ, οτ' αν ὁ σπόρος ̓Ιησοῦ ἑκατονταπλάσιος γένηται καὶ ταλλα γενήματα τῆς ἀρετῆς πληθυνθείη. ἐν ταύτῃ ουν τῇ εὐθηνίᾳ γεγονὼς δι' αὐτῶν τῶν πραγμάτων ἐρῶ, βέβαιος καὶ ἀμετακίνητος μένων, τὸ Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. στικτέον δὲ καὶ ουτως· Ειπα ἐν τῇ εὐθηνίᾳ