63
ἐφ' ἑτέραν ἦλθον ἐρώτησιν, ἀλλ' ἠγανάκτησαν ἂν ὡς ἀπᾴδοντα ἀποκριναμένου, καὶ οὐ πρὸς τὴν πεῦσιν, καὶ εἶπον ἄν· Μὴ γὰρ τοῦτο ὑπωπτεύσαμεν; μὴ γὰρ τοῦτο παραγεγόναμεν ἐρησόμενοι; Ἀλλ' ὡς ἁλόντες καὶ κα 59.104 τάφωροι γενόμενοι, ἐφ' ἕτερον ἔρχονται, καὶ λέγουσι· Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Καὶ γὰρ καὶ τοῦτον προσεδόκων ἥξειν, καθὼς καὶ ὁ Χριστός φησιν. Ἐρομένων γὰρ τῶν μαθητῶν· Πῶς οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; αὐτὸς ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Εἶτα ἐρωτῶσιν· Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. Καὶ μὴν προφήτης ἦν. Τίνος οὖν ἕνεκεν ἀρνεῖται; Πάλιν πρὸς τὴν διάνοιαν βλέπων τῶν ἐρωτώντων. Προσεδόκων γάρ τινα προφήτην ἐξαίρετον ἥξειν, διὰ τὸ λέγειν Μωϋσέα· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Οὗτος δὲ ἦν ὁ Χριστός. ∆ιά τοι τοῦτο οὐ λέγουσι, Προφήτης εἶ σύ; ἕνα τῶν πολλῶν αἰνιττόμενοι· ἀλλὰ μετὰ τοῦ ἄρθρου, Ὁ προφήτης εἶ σύ; ἐκεῖνος, φησὶν, ὁ παρὰ Μωϋσέως προανακηρυχθείς. ∆ιὰ δὴ τοῦτο καὶ οὗτος ἠρνήσατο, οὐ τὸ προφήτης εἶναι, ἀλλὰ τὸ, ἐκεῖνος ὁ προφήτης. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; Ὁρᾷς τοὺς μὲν σφοδρότερον ἐπικειμένους καὶ ἐπείγοντας καὶ ἐρωτῶντας πάλιν, καὶ οὐκ ἀφισταμένους· τὸν δὲ μετ' ἐπιεικείας πρότερον τὰς οὐκ οὔσας ὑπονοίας ἀναιροῦντα, καὶ τότε τὴν οὖσαν τιθέντα; Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Ἐπειδὴ γὰρ μέγα τι καὶ ὑψηλὸν ἐφθέγξατο περὶ τοῦ Χριστοῦ, ὡς πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἐπὶ τὸν Προφήτην εὐθέως κατέφυγεν, ἀξιόπιστον καὶ ἐντεῦθεν τὸν λόγον ποιῶν. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων, φησί· καὶ ἐπηρώτησαν αὐτὸν, καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι εἰς τοῦτο αὐτὸν ἐναγαγεῖν ἠβούλοντο; Καὶ ἐξ ἀρχῆς μὲν αὐτὸ οὐκ ἔλεγον, ἵνα μὴ κατάφωροι γένωνται ἅπασιν. Εἶτα ἐπειδὴ εἶπεν, Οὐκ εἰμὶ ὁ Χριστὸς, πάλιν ἐκεῖνοι συσκιάσαι βουλόμενοι, ἅπερ ἔνδον ἐτύρευον, ἐπὶ τὸν Ἠλίαν ἔρχονται καὶ τὸν προφήτην. Ὡς δὲ ἔφησε μηδὲ ἐκείνων τις εἶναι, ἀπορούμενοι λοιπὸν, καὶ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὴν δολερὰν αὑτῶν ἐμφαίνουσι γνώμην, λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Εἶτα πάλιν συσκιάσαι βουλόμενοι, καὶ τοὺς ἄλλους προστιθέασι, τὸν Ἠλίαν λέγω καὶ τὸν προφήτην. Ἐπειδὴ γὰρ κολακείᾳ οὐκ ἴσχυσαν ὑποσκελίσαι, ἐγκλήματι προσεδόκησαν αὐτὸν δύνασθαι ἀναγκάζειν ὅπερ οὐκ ἦν εἰπεῖν· ἀλλ' οὐκ ἴσχυσαν. Ὢ τῆς ἀνοίας! ὢ τῆς ἀλαζονείας καὶ τῆς ἀκαίρου περιεργίας! ἀπεστάλητε μαθησόμενοι παρ' αὐτοῦ τίς εἴη καὶ πόθεν, οὐχὶ καὶ νόμους αὐτῷ θήσετε; Τοῦτο γὰρ πάλιν ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν Χριστόν. Ἀλλ' ὅμως οὐδὲ νῦν ἀγανακτεῖ, οὐδὲ λέγει τι τοιοῦτον πρὸς αὐτοὺς οἷον εἰκός· ὑμεῖς ἐμοὶ διατάττεσθε καὶ νομοθετεῖτε; ἀλλὰ πολλὴν πάλιν τὴν ἐπιείκειαν ἐπιδείκνυται. Ἐγὼ μὲν γὰρ, φησὶ, βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Οὗτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος. 59.105 γʹ. Τί πρὸς ταῦτα λοιπὸν ἂν ἔχοιεν εἰπεῖν οἱ Ἰουδαῖοι; Ἀπαραίτητος γὰρ κἀντεῦθεν ἡ κατ' αὐτῶν κατηγορία, ἀσύγγνωστος ἡ κατάκρισις· αὐτοὶ καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν. Πῶς καὶ τίνι τρόπῳ; Ἀξιόπιστον ἡγήσαντο εἶναι τὸν Ἰωάννην, καὶ οὕτως ἀληθῆ, ὡς μὴ μόνον ἑτέροις μαρτυροῦντα, ἀλλὰ καὶ αὐτῷ περὶ ἑαυτοῦ λέγοντι πιστεῦσαι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ οὕτω διέκειντο, ἔπεμψαν ἂν εἰσόμενοι παρ' αὐτοῦ τὰ περὶ ἑαυτοῦ. Ἴστε γὰρ ὅτι μόνοις ἐκείνοις μάλιστα περὶ ἑαυτῶν λέγουσι πιστεύομεν, οὓς ἂν ἁπάντων ἀληθεστέρους εἶναι νομίζωμεν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἀποφράττον αὐτῶν τὰ στόματα, ἀλλὰ καὶ ἡ γνώμη μεθ' ἧς πρὸς αὐτὸν παρέβαλον. Καὶ γὰρ μετὰ πολλῆς ἐξῆλθον τῆς προθυμίας πρὸς αὐτὸν, εἰ καὶ ὕστερον μετεβάλοντο. Ἅπερ ἀμφότερα δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ