64
μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τοῖς γὰρ εργοις βοῶ οτι, εἰ γενοίμην ἐν τῇ προειρημένῃ εὐθηνίᾳ, ἀκλόνητος εσομαι μὴ περιτρεπόμενος ὑπὸ τοῦ ἀνταγωνιζομένου. 265 Ps 29,8a Τὸ σωματικὸν κάλλος ἐμφαίνεται ἐπὶ συμμετρίᾳ καὶ ἀναλογίᾳ μελῶν συγκείμενον, τὸ δὲ τῆς ψυχῆς ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ τῶν κατορθουμένων ἀρετῶν πασῶν τῶν κατὰ λόγον ἐνεργειῶν συμμετρίαν καὶ ἀναλογίαν ἐχουσῶν η καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἁρμονίως ἀναλογουσῶν. τοῦτ' ουν τὸ κάλλος σύ μου, ω κύριε, τῷ σῷ θελήματι παράσχου. ποιήσας γάρ σου τὸ θέλημα καὶ τοῦ ἐν οὐρανοῖς πατρὸς ἀνέλαβον αὐτό, ἐπεὶ πᾶς ὁ σύμμορφος γεγονὼς τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ κάλλος θεόθεν εσχεν ἑνωθεὶς τῷ κυριακῷ θελήματι. 266 Ps 29,10cδ ̔Ο διὰ τοῦ τὰ ὑλικὰ πράττειν καὶ φρονεῖν τὰ ἐπίγεια χοῦς γεγονὼς καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ οὐδ' ἐξομολογήσεται τῷ θεῷ, η ἀναγγελεῖ αὐτοῦ τὴν ἀλήθειαν καὶ δι' ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. 267 Ps 29,11b-13 Σημειωτέον οτι τὸ ̓Εγενήθη οὐκ ἀεὶ οὐσίωσιν σημαίνει ἀλλ' εσθ' οτε καὶ τὴν πρός τινα σχέσιν. ει ποτε ουν καὶ ἐπὶ τοῦ σωτῆρος τοιαύτη γένοιτο φωνή, σχέσιν τὴν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Εστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. ἡ κοπετὸς φωνὴ τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησιν τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. ὁ ουν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αισθησιν αὐτοῦ διεγείρας μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι χαρὰν τὸν καρπὸν τοῦ πνεύματος ἀναλήψεται. τὸ Εστρεψας δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ Οὐ μὴ κατανυγῶ ἀντὶ τοῦ οὐ μὴ μεταγνῶ φησιν. δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ θεῷ ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. ἀντὶ τοῦ ̓Επὶ πᾶσι τοῖς συμβαίνουσιν οὐ προσηνέσι μόνον ἀλλὰ καὶ ἐπιπόνοις εὐχαριστῶ σοι, δέσποτα.
268 Ps 30,2-3b ̔Ο ἐλπίσας τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις
οιδεν μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα, ἐπὶ κύριον θέμενος τὴν τοιαύτην προσδοκίαν. ̓Εν τῇ δικαιοσύνῃ σου, φησίν, ῥῦσαί με (οὐκ αλλῃ ουσῃ τοῦ μονογενοῦς σου) ἐκ τῶν περιεστηκότων καὶ ἐξελοῦ ἐκ τῶν προσπολεμεῖν βουλομένων. καὶ ἐπεὶ μὴ φθάνῃ ἡ ἡμετέρα κραυγὴ πρὸς τὸ σὸν υψος, Κλῖνον τὸ ους σου πρός με διὰ τοῦ συγκαταβαίνειν μοι· τούτου γὰρ ὑπάρξαντος δεξάμενός μου τὴν προσευχὴν ἀμελλητὶ ἐξελέσθαι με θελήσεις. 269 Ps 30,3c-4 Καὶ ἐνταῦθα τὸ Γενοῦ μοι σχέσιν δηλοῖ ὑπερασπιστοῦ πρὸς ὑπερασπιζόμενον. ἀξιοῖ δὲ καὶ οικον καταφυγῆς σωτηρίας αὐτῷ γενέσθαι τὸν θεόν, ιν' ωσπερ ὑπὸ φρουρίου δυσαλώτου καὶ ἀκαταμαχήτου περιεχόμενος σωθῇ ἀβλαβὴς διαμείνας. τούτου δὲ πολλάκις ηδη καὶ ἀεὶ ἐπειράθην, ὡς Κραταίωσις καὶ καταφυγή μου ει σύ, ἐπεὶ τὸ σὸν ονομα ᾠκείωταί μοι· σὸς γὰρ ανθρωπος η δοῦλος χρηματίζω. εἰ καὶ μὴ αξιός εἰμι τυχεῖν ων αἰτοῦμαι, ἀλλ' ενεκεν τῆς σῆς προσηγορίας ὁδηγήσεις με πρὸς σωτηρίαν καὶ διαθρέψεις δέ με παρέχων τὸν σὸν οὐράνιον αρτον. 270 Ps 30,6 Σπουδὴ δὲ τοῖς ἀγαθοῖς ἐστιν μὴ τοσοῦτον τὸ σῶμα ατρωτον πρὸς ἐχθρῶν εχειν οσον τὸν νοῦν καὶ τὴν διάνοιαν. ἐπεὶ ουν πρὸς φένακας καὶ δεινοὺς ἀπατῆσαι ὁ πόλεμος αὐτῷ, ουτοι δὲ οὐ σάρκα βάλλειν ἀλλὰ νοῦν τρῶσαι προύθεντο, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται τὸ πνεῦμα δυναμένας αὐτὸ διαφυλάξαι. καὶ ὁ σωτὴρ δὲ ἀναρτηθεὶς εἰς τὸν σκόλοπα, τρωθεισῶν αὐτῷ τῶν χειρῶν καὶ τῶν ποδῶν ὠρωρυγμένων κατὰ τὸ προφητικόν, τῷ Εἰς χεῖράς σου παραθήσομαι κέχρηται. χεῖρας δὲ τοῦ θεοῦ οὐκ αλλας τῶν προνοητικῶν καὶ σκεπαστικῶν αὐτοῦ δυνάμεων ἐκδεκτέον. Σημειωτέον δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου πολλαχῶς λέγεσθαι. οτ' αν γὰρ λέγῃ τὴν παρθένον σπουδάζειν ειναι ἁγίαν πνεύματι καὶ σώματι, πνεῦμα τὴν διάνοιαν λέγει. παρὰ δὲ ̓Ιακώβῳ ( Ωσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν) οὐκ αλλο τι η τὴν