64
καιόμενος· καὶ ὑμεῖς ἠθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ. Καὶ ἡ ἀπόκρισις δὲ αὐτοῦ πάλιν ἀξιοπιστότερον αὐτὸν ἐποίει. Ὁ γὰρ μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, φησὶν, ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὗτος δὲ οὐκ ἐζήτησεν, ἀλλ' ἐφ' ἕτερον αὐτοὺς παραπέμπει. Καὶ οἱ ἀποσταλέντες δὲ, τῶν ἀξιοπίστων παρ' αὐτοῖς καὶ τὰ πρωτεῖα ἐχόντων, ὥστε μηδαμόθεν αὐτοῖς εἶναι καταφυγὴν, μηδὲ παραίτησιν εἰς τὴν ἀπιστίαν, ἢν ἠπίστησαν τῷ Χριστῷ. Τίνος γὰρ ἕνεκεν οὐκ ἐδέξασθε τὰ εἰρημένα περὶ αὐτοῦ παρὰ Ἰωάννου; Ὑμεῖς ἀπεστάλκατε τοὺς τὰ πρωτεῖα ἔχοντας· ὑμεῖς ἠρωτήσατε δι' αὐτῶν· ὑμεῖς ἠκούσατε ἅπερ ἀπεκρίνατο ὁ Βαπτιστής. Πᾶσαν ἐκεῖνοι περιεργίαν ἐπεδείξαντο, πάντα ἠρεύνησαν, καὶ οὓς ὑπωπτεύετε πάντας εἶπον· καὶ ὅμως μετὰ παῤῥησίας πολλῆς ὡμολόγησε μὴ εἶναι μήτε ὁ Χριστὸς, μήτε Ἠλίας, μήτε ὁ προφήτης. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἐδίδαξε τίς εἴη, καὶ διελέχθη καὶ περὶ τῆς τοῦ οἰκείου βαπτίσματος φύσεως, ὅτι μικρὸν καὶ εὐτελὲς, καὶ ὕδατος πλέον ἔχον οὐδὲν, δεικνὺς τὴν ὑπεροχὴν τοῦ βαπτίσματος, τοῦ παρὰ τοῦ Χριστοῦ διδομένου. Παρήγαγε δὲ καὶ Ἡσαΐαν τὸν προφήτην μαρτυροῦντα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου· καὶ τὸν μὲν Κύριον καλοῦντα, τὸν δὲ διάκονον αὐτοῦ καὶ ὑπηρέτην ὀνομάζοντα. Τί λοιπὸν ἔδει; οὐχὶ πιστεῦσαι τῷ μαρτυρηθέντι, καὶ προσκυνῆσαι, καὶ ὁμολογῆσαι Θεόν; Ὅτι γὰρ οὐχὶ κολακείας ἦν ἡ μαρτυρία, ἀλλ' ἀληθείας, ἐδείκνυ μὲν καὶ ὁ τρόπος καὶ ἡ φιλοσοφία τοῦ μαρτυρήσαντος. ∆ῆλον δὲ κἀκεῖθεν τοῦτο, ὅτι οὐδεὶς τὸν πλησίον ἑαυτοῦ προτίθησιν, οὐδὲ ἐξὸν αὐτῷ χαρίσασθαι τιμὴν, ἑτέρῳ ταύτης παραχωρεῖν ἐθέλοι, καὶ ταῦτα τοσαύτης οὔσης. Ὥστε οὐκ ἂν οὐδὲ Ἰωάννης μὴ Θεῷ ὄντι τῷ Χριστῷ ταύτης ἂν ἐξέστη τῆς μαρτυρίας. Εἰ γὰρ καὶ ἀφ' ἑαυτοῦ ταύτην ὡς μείζονα οὖσαν τῆς οἰκείας φύσεως διεκρούσατο, ἀλλ' οὐκ ἂν ἑτέρᾳ φύσει πάλιν αὐτὴν ἀνέθηκε ταπεινοτέρᾳ. Μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Τοῦτο εἶπεν, ὅτι εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ ὡς ἕνα τῶν πολλῶν, ἅτε πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον διδάσκοντα. Εἴδησιν δὲ ἐνταῦθα, γνῶσίν φησι τὴν ἀκριβῆ· οἷον, τίς ἐστι, καὶ πόθεν. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, συνεχῶς τίθησι, μονονουχὶ λέγων· μὴ νομίσητε τὸ πᾶν ἐν τῷ ἐμῷ κεῖσθαι βαπτίσματι. Οὐκ ἂν, εἰ τοῦτο τέλειον ἦν, ἕτερος ἂν ἦλθε μετ' ἐμὲ παρέξων ἕτερον· ἀλλὰ παρασκευὴ τοῦτό ἐστιν ἐκείνου καὶ προοδοποίησις. Τὰ δὲ ἡμέτερα σκιὰ καὶ εἰκών· ἄλλον χρὴ τὸν τὴν ἀλήθειαν ἐπιθήσοντα παραγενέσθαι. Ὥστε αὐτὸ τὸ ὀπίσω μου ἐλθεῖν, τοῦτο μάλιστα αὐτοῦ δείκνυσι 59.106 τὸ ἀξίωμα. Εἰ γὰρ τοῦτο ἦν τέλειον, οὐκ ἂν δευτέρου ἐζητεῖτο τόπος. Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐντιμότερος, λαμπρότερος. Εἶτα ἵνα μὴ νομίσωσιν ἀπὸ συγκρίσεως εἶναι τὴν ὑπεροχὴν, τὸ ἀσύγκριτον παραστῆσαι θέλων, ἐπήγαγεν· Οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα· τουτέστιν, οὐχ ἁπλῶς ἔμπροσθεν γέγονεν, ἀλλ' οὕτως ὡς ἐμὲ μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον εἶναι· τὸ γὰρ ὑπόδημα λῦσαι, τῆς ἐσχάτης διακονίας ἐστὶ πρᾶγμα. Εἰ δὲ Ἰωάννης οὐκ ἄξιος τὸν ἱμάντα λῦσαι, Ἰωάννης, οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν γέγονε, ποῦ τάξομεν ἡμεῖς ἑαυτούς; Εἰ ὁ τῆς οἰκουμένης ἀντίῤῥοπος, μᾶλλον δὲ μείζων (Οὐκ ἦν γὰρ αὐτῶν, φησὶν, ἄξιος ὁ κόσμος), οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν διακονησαμένων ἑαυτὸν καταλέγεσθαί φησιν ἄξιον εἶναι· τί ἐροῦμεν ἡμεῖς οἱ μυρίων γέμοντες κακῶν, οἱ τοσοῦτον ἀποδέοντες τῆς ἀρετῆς τοῦ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ; δʹ. Οὗτος μὲν οὖν οὐδὲ τὸ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος ἄξιον εἶναι ἑαυτὸν λέγει. Οἱ δὲ τῆς ἀληθείας ἐχθροὶ τοσαύτην ἐμάνησαν μανίαν, ὡς καὶ τοῦ εἰδέναι αὐτὸν, ὡς αὐτὸς οἶδεν ἑαυτὸν, ἀξίους εἶναι λέγειν ἑαυτούς. Τί ταύτης τῆς παραπληξίας χεῖρον; τί ταύτης τῆς ἀλαζονείας μανικώτερον; Καλῶς τις ἔλεγε σοφὸς, ὅτι Ἀρχὴ ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον. Οὐκ ἂν κατηνέχθη καὶ διάβολος γέγονεν ὁ διάβολος, οὐκ ὢν διάβολος πρότερον, εἰ μὴ τοῦτο τὸ νόσημα ἐνόσησε. Τοῦτο αὐτὸν τῆς παῤῥησίας ἐξέβαλεν ἐκείνης, τοῦτο εἰς τὴν γέενναν