65
ἔπεμψε, τοῦτο τῶν κακῶν αἴτιον αὐτῷ πάντων ἐγένετο. Ἱκανὸν γὰρ καὶ καθ' ἑαυτὸ διαφθεῖραι πᾶσαν ἀρετὴν ψυχῆς, κἂν ἐλεημοσύνην εὕρῃ, κἂν εὐχὴν, κἂν νηστείαν, κἂν ὁτιοῦν. Τὸ γὰρ ὑψηλὸν ἐν ἀνθρώποις, ἀκάθαρτον, φησὶ, παρὰ Κυρίῳ. Οὐκ ἄρα πορνεία μόνον, οὐδὲ μοιχεία μολύνειν εἴωθε τοὺς χρωμένους αὐτῇ, ἀλλὰ καὶ ὑπερηφανία, καὶ πολλῷ πλέον ἐκείνων. ∆ιατί; Ὅτι πορνεία μὲν, εἰ καὶ ἀσύγγνωστον κακὸν, ἀλλ' ὅμως ἔχει τις τὴν ἐπιθυμίαν εἰπεῖν· ἀλαζονεία δὲ οὐδὲ αἰτίαν ἂν εὕροι τινὰ, οὐδὲ οἱανδήποτε πρόφασιν, δι' ἣν ἂν τύχοι σκιᾶς γοῦν συγγνώμης· ἀλλ' οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας. Οὐδὲν γὰρ ἀνοητότερον ἀλαζόνος ἀνθρώπου, κἂν πλοῦτον ᾖ περιβεβλημένος, κἂν πολλὴν κεκτημένος τὴν ἔξωθεν σοφίαν, κἂν ἐν δυναστείᾳ καθεστὼς, κἂν ἅπαντα τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα ζηλωτὰ περιφέρων. Εἰ γὰρ ὁ ἐπὶ τοῖς ὄντως καλοῖς ἀλαζονευόμενος, ἄθλιος καὶ ταλαίπωρος, καὶ πάντων ἐκείνων τὸν μισθὸν ἀπόλλυσιν· ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν σκιὰν καὶ τὸ ἄνθος τοῦ χόρτου (τοῦτο γάρ ἐστιν ἡ παροῦσα δόξα) φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος, ταὐτὸν ποιῶν, ὅπερ ἄν τις ποιήσειε πτωχὸς καὶ πένης, πάντα μὲν τὸν χρόνον λιμῷ τηκόμενος, εἰ δὲ συμβαίη ποτὲ μίαν νύκτα χρηστὸν ὄναρ ἰδεῖν, διὰ τοῦτο γαυρούμενος; Ἄθλιε καὶ ταλαίπωρε, τῆς ψυχῆς σοι διαφθειρομένης χαλεπωτάτῃ νόσῳ, καὶ τὴν ἐσχάτην πενόμενος πενίαν, μέγα φρονεῖς, ὅτι χρυσοῦ τάλαντα ἔχεις τόσα καὶ τόσα; ὅτι πλῆθος ἀνδραπόδων; Ἀλλὰ ταῦτα οὐ σά. Καὶ εἰ μὴ πείθῃ τοῖς ἐμοῖς ῥήμασιν, ἀπὸ τῆς πείρας τῶν προλαβόντων μάνθανε. Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ συμβαινομένων ὅτι σοι τούτων ὄφελος οὐ 59.107 δὸν, ὅτε ψυχοῤῥαγῶν, καὶ οὐδὲ ὥρας μιᾶς, μηδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων εἰς τοὺς παρόντας αὐτὰ καταλείψεις, καὶ τούτους πολλάκις, οὓς οὐκ ἐθέλεις. Πολλοὶ γὰρ οὐδὲ ἐπισκῆψαι περὶ αὐτῶν συνεχωρήθησαν, ἀλλ' ἀπῆλθον ἀθρόον, βουλόμενοι μὲν αὐτῶν ἀπολαύειν, οὐ συγχωρούμενοι δὲ, ἀλλὰ ἑλκόμενοι, καὶ ἑτέροις αὐτῶν ἐξιστάμενοι, καὶ μετὰ βίας παραχωροῦντες οἷς οὐκ ἐβούλοντο. Ὅπερ ἵνα μὴ πάθωμεν, ἐντεῦθεν ἤδη ἐῤῥωμένοι καὶ ὑγιαίνοντες, διαπεμψώμεθα αὐτὰ πρὸς τὴν πόλιν τὴν ἡμετέραν. Οὕτω γὰρ αὐτῶν ἀπολαῦσαι δυνησόμεθα μόνον, ἑτέρως δὲ οὐδαμῶς· οὕτως εἰς ἄσυλον καὶ ἀσφαλῆ τόπον αὐτὰ ἀποθησόμεθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἐκεῖ τῶν δυναμένων αὐτὰ ἀφελέσθαι· οὐκ ἔστι θάνατος, οὐκ εἰσὶν ἀληθεῖς διαθῆκαι, οὐκ εἰσὶ διάδοχοι κλήρων, οὐ συκοφαντίαι καὶ ἐπιβουλαί· ἀλλὰ τὸν ἀπελθόντα ἐντεῦθεν πολλὰ ἐπιφερόμενον, διαπαντὸς ἔστιν αὐτὰ 59.108 καρποῦσθαι. Τίς οὖν οὕτως ἄθλιος, ὡς μὴ θελῆσαι τοῖς χρήμασιν ἐντρυφᾷν τοῖς ἑαυτοῦ διόλου; Μετακομίσωμεν τοίνυν ἡμῶν τὸν πλοῦτον, καὶ μεταθῶμεν ἐκεῖσε. Οὐκ ὄνων ἡμῖν δεήσει, καὶ καμήλων, καὶ ὀχημάτων, οὐδὲ πλοίων πρὸς τὴν τοιαύτην μετάθεσιν· καὶ γὰρ καὶ ταύτης ἡμᾶς τῆς δυσκολίας ἀπήλλαξεν ὁ Θεός· ἀλλὰ πενήτων ἡμῖν δεῖ μόνον, τῶν χωλῶν, τῶν ἀναπήρων, τῶν ἀῤῥώστων. Αὐτοὶ τὴν τοιαύτην εἰσὶν ἐγκεχειρισμένοι μετάθεσιν· οὗτοι τὰ χρήματα παραπέμπουσιν εἰς τὸν οὐρανὸν, οὗτοι τοὺς τῶν τοιούτων χρημάτων κυρίους εἰς τὴν τῶν αἰωνίων ἀγαθῶν κληρονομίαν εἰσάγουσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.107 ΟΜΙΛΙΑ ΙΖʹ. Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν
Ἰωάννης βαπτίζων. Τῇ ἐπαύριον βλέ πει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέ γει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»