1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

66

δύναται δὲ καὶ ουτως· ἐπεὶ ψόγον ηκουσα ον ψέγονται πολλοὶ τῶν περικύκλῳ μου τῷ μὴ κατοικεῖν ἀλλὰ παροικεῖν αὐτοὺς ἐν τοῖς ἡμετέροις, τούτου χάριν σκεῦος ἀπολωλὸς γέγονα. τούτῳ συνᾴδει τὸ Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 275 Ps 30,16 ̓Εν ταῖς σκεπαζούσαις καὶ φρουρούσαις δυνάμεσι χερσίν σου χρηματιζούσαις οἱ κλῆροί μου τυγχάνουσιν, τουτέστιν πάντα τὰ συγκληρωθέντα μοι κατὰ κρίσιν σὴν ητοι ῥυσθῆναι ἀπ' αὐτῶν η παθεῖν· οὐδὲ γάρ τι συντυχικῶς οιομαι συμβαίνειν. 276 Ps 30,16a Ετεροι δὲ τὴν λέξιν σαφηνίζουσιν ουτως· αἱ δεδομέναι ἐξουσίαι, φασίν, ητοι ὡς αρχουσιν η διδασκάλοις η αλλην ὑπεροχὴν εχουσι, κλῆροι αὐτῶν ὀνομάζονται. ουτοι ουν ἐν ταῖς χερσὶν τοῦ θεοῦ εἰσιν. ὡς γὰρ αὐτὸς καθιστᾷ, ουτως καὶ μεθιστᾷ βασιλεῖς. καν τοίνυν διὰ τὴν παροῦσάν μοι ὑπεροχὴν ἐπέρχωνταί τινες μετακινῆσαι αὐτὴν βουλόμενοι, οὐ δυνήσονται τῷ πάντα τὰ κατ' ἐμὲ ἐν ταῖς χερσίν σου ειναι. 277 Ps 30,20.21 Οὐχ ἁπλῶς κρύπτει τὴν χρηστότητα τοῖς φοβουμένοις αὐτόν (πολὺ γὰρ αὐτῆς καθορῶσιν) ἀλλὰ τὸ πλῆθος, ινα μὴ βλαβῶσιν. ευ δὲ καὶ τὸ εἰπεῖν· Τοῖς φοβουμένοις σε· αὐτοῖς γὰρ αὐτὴν ταμιεύεται. φανέρωσον αὐτὴν αὐτοῖς, οτ' αν ἐν τελείᾳ ἀγάπῃ γενόμενοι εξω βάλωσι τὸν φόβον. Αὐτὰ δὲ ταῦτα α Εκρυψας τοῖς φοβουμένοις σε ηδη κατ' ἐνέργειαν ἐφανέρωσας τοῖς πλέον τοῦ φόβου τὴν ἐλπίδα εχουσιν ̓Εναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἀνθρώπους δ' ἐρεῖς τοὺς τὸ λογικὸν καὶ κατ' εἰκόνα ἀδιάστροφον φυλάξαντας, υἱοὺς δὲ αὐτῶν τοὺς λογικῶς μαθητὰς καὶ μιμητὰς αὐτῶν γενομένους. ἀπόκρυφον δὲ τοῦ προσώπου τοῦ θεοῦ ἐρεῖς τὸ μὴ ἐφικτὸν νῦν πρὸς γνῶσιν, φανερωθησόμενον δὲ τότε οτε ὀψόμεθα αὐτὸν καθώς ἐστιν. τούτῳ τῷ ἀποκρύφῳ ἀντιδιαστέλλεται τὸ λεγόμενον παρὰ Παύλῳ· Γνωστὸν αὐτοῦ φανερωθὲν τοῖς ἀνθρώποις, τουτέστιν τὸ δημιουργὸν καὶ προνοητικὸν αὐτοῦ. ἑξῆς γὰρ τοῦ ̔Ο θεὸς ἐφανέρωσεν ειρηται· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται. Τάχα καὶ ὁ σωτὴρ πρόσωπον ων θεοῦ ἀπόκρυφον εχει πᾶν τὸ κατὰ τὴν θεότητα, ἐμφανὲς δὲ τὸ κατὰ τὴν οἰκονομίαν. οτ' αν ουν ὁ λόγος γενόμενος σὰρξ σκηνώσῃ ἐν ἡμῖν, κατακρυπτόμεθα ἐν τῷ ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ, ὀψόμενοι αὐτὸ οτ' αν ὀψώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. ̓Επίστησον δέ, εἰ καὶ τὰ προφανῆ εργα τῆς προνοίας πρόσωπον αὐτοῦ ειναι δύναται· δι' αὐτῶν γὰρ θεὸν φανταζόμεθα· ἀπόκρυφον δὲ αὐτοῦ οἱ ἀπόρρητοι λόγοι καθ' ους γίνεται τὰ γινόμενα, ους ἐπὶ τέλει τῶν πραγμάτων εἰσόμεθα ̓Απὸ ταραχῆς ἀνθρώπων. οἱ ἀνθρώπινα δόγματα ἐπαγγελλόμενοι ανθρωποί εἰσιν ταραχὴν προβαλλόμενοι, δι' ης ταράττουσιν τοὺς ἀνερματίστους. ταύτης τῆς ταραχῆς ἐκτὸς ποιῶν τοὺς ἐλπίζοντας ἐπ' αὐτὸν ὁ θεὸς κατακρύπτει αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ κατὰ πάντας τοὺς εἰρημένους τρόπους. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. ὁ τέλειος πάσης προκοπῆς ἀναχωρήσας αὐτὴν κατανοεῖ τὴν ἀλήθειαν δι' ο ἀνεξαπάτητός ἐστιν, ὁ δὲ ἐν τῷ προκόπτειν ἐπιτυγχάνων χρῄζει σκεπάζοντος θεοῦ ἐν σκηνῇ τουτέστιν τῶν διαφόρων γλωσσῶν ητοι διαφόρων ψευδοδοξιῶν. πρὸς γὰρ τὸν τέλειον λέγεται· Καὶ πᾶσα φωνὴ η ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. πᾶς γὰρ λόγος ἑτερόδοξος ἀνίσταται κρίνεσθαι βουλόμενος μετὰ τῆς ἐκκλησιαστικῆς γνώμης. πάντας δὲ αὐτοὺς ἡττήσει ὁ τέλειος τὰ τῆς ἐκκλησίας φρονῶν. 278 Ps 30,22.23 Οὐ τοσοῦτον θαύματος αξιον οτ' αν ἐμφαίνηται ὁ ελεος τοῦ θεοῦ ἐν ταῖς ἀνετικαῖς καὶ ἡπλωμέναις πόλεσιν, οσον θαυμαστούμενος τότε οτ' αν ἐν πόλει περιοχῆς γένηται· ὡς καὶ διὰ τοῦτο εὐλογητὸν ειναι τὸν θεὸν πάνυ εὐλογούντων τῶν ἐκ πλείονος περιστάσεως ῥερυσμένων. Τὸ δὲ τῆς ἐκστάσεως ονομα σημαίνει τὴν παραφροσύνην, δηλοῖ δὲ καὶ τὸν θαυμασμὸν μετ' ἐκπλήξεως γινόμενον· σημαίνει ἡ παροῦσα λέξις τὸ δεύτερον τῶν σημαινομένων. ο γὰρ λέγει