1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

67

εστιν τοιοῦτον· ̓Εν ἐκστάσει, τουτέστιν ἐν ἐκπλήξει γεγενημένος, ειπα ̓Απέρριμμαι αρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τουτέστιν μακρὰν εδοξα ειναι τῶν ἐποπτικῶν καὶ ἐπισκοπευτικῶν σου δυνάμεων, καὶ ἐπεὶ ουτω διατεθεὶς παρεκάλεσα μὴ ἀπερριμμένος μεῖναι ἀλλ' ἐπιφανῆναί μοι τὸ πρόσωπον τῶν ὀφθαλμῶν σου. ∆ιὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 279 Ps 30,24ab Μιᾶς ἀληθείας ουσης τῆς εἰπούσης ̓Εγώ εἰμι ἡ ἀλήθεια, πολλαὶ συνίστανται ἐν τοῖς μετέχουσιν τῆς μιᾶς ἑκάστης ψυχῆς ἀλήθειαν ἐχούσης, ον ἐδέξατο τύπον ἐκ τῆς μονογενοῦς ἀληθείας. ἐπεὶ ουν πάσας τὰς ἀληθείας ταύτας ἐκζητεῖ κύριος, τιμῆσαι ἐπ' αὐτὰς βούλεται τοὺς εχοντας αὐτάς. τούτου χάριν, οἱ οσιοι αὐτοῦ, ἐκζητήσατε αὐτόν, οὐκ ἀμισθὶ καταλύοντες ἐφ' ῃ εχετε ἀληθείᾳ.

280 Ps 31,1a Καὶ ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς εχει, συνέσεως χρεία τῷ

ἐντυγχάνοντι, ινα συνιέναι δυνηθῇ εκαστα τῶν ἀσαφῶς εἰρημένων. 281 Ps 31,1bc ̓Ανομιῶν καὶ ἁμαρτιῶν διαφορὰν ειναί φασιν τοιαύτην· αἱ ἁμαρτίαι τῶν μηδὲ οντιν' ουν νόμον προσηκαμένων ἀνομίαι καλοῦνται, τῶν κατὰ παράβασιν νόμου πραττομένων ἁμαρτιῶν ὀνομαζομένων. Μακάριοι ουν εἰσιν ων ἀφίενται αἱ ἀνομίαι, αρτι τῷ θείῳ λόγῳ προσερχομένων· Μακάριοι δὲ καὶ ων ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, οτ' αν παρακούσαντες τοῦ νόμου υστερον μετανοήσωσιν. αφεσις μὲν ἐπὶ τῶν ἀνομιῶν, ἐπικάλυψις δὲ ἐπὶ τῶν ἁμαρτιῶν ειρηται τῷ τὰς ἀνομίας πάντῃ ἀφίεσθαι. συγγνωστοὶ γὰρ οἱ δίχα νόμου ἁμαρτάνοντες τῶν ἐπικρυπτομένων ἁμαρτιῶν οὐ πάντῃ ἀφιεμένων ἀλλ' ἐξ ἀγάπης ἐπισκιαζομένων· ̓Αγάπη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν. Χρῶνται δέ τινες τῷ μὲν Μακάριοι ων ἀφέθησαν αἱ ἀνομίαι ἐπὶ τῶν τὸ λουτρὸν εἰς αφεσιν ἁμαρτιῶν ἐσχηκότων, τῷ δὲ Καὶ ων ἐπεκαλύφθησαν ἐπὶ τῶν ἐκ μετανοίας ἐπικρυψάντων τὰ ἁμαρτήματα. εἰσὶν δὲ οι λαμβάνουσιν τὴν μὲν προτέραν ἐπὶ τῶν πιστευόντων ἐθνῶν, τὴν δὲ δευτέραν ἐπὶ τῶν ἐκ περιτομῆς τὸν σωτῆρα προσηκαμένων. 282 Ps 31,2 ̔Ο ἀναμάρτητος οὐχ ἁπλῶς ανθρωπος ἀλλ' ἀνὴρ διὰ τὴν τελειότητα λέγεται. ουτω γοῦν ὁ θεὸς οὐ λογίζεται ἁμαρτίαν ητοι τῷ ἀφίεσθαι αὐτὴν η τῷ μηδ' ολως γεγονέναι. ἁρμόσει γὰρ τοῦτο μάλιστα τῷ Χριστῷ κατὰ τὴν οἰκονομίαν· καὶ τὸ Οὐκ εστιν ἐν τῷ στόματι αὐτοῦ δόλος ὁμοίως ἐκδεκτέον η τῷ ἀποβεβληκέναι η τῷ μὴ ἐσχηκέναι δόλον. οὐκ εστιν δὲ δόλος ἐν στόματι τοῦ λόγον ἀληθῆ καὶ ἀκατάγνωστον εχοντος. 283 Ps 31,3 ̓Απὸ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζόμενος ἐν ἡμέρᾳ διῆγον καὶ ἐν ολῃ ταύτῃ εκραζον ὑμνῶν εὐχόμενος. ἐπεὶ ουν ἀπὸ ταύτης τῆς κραυγῆς ἐξ ἀπροσεξίας ἐσίγησα, ἐπαιλαιώθη τὰ ἰσχυρὰ καὶ τὰ ευτονα τῶν δογμάτων, ὀστᾶ μου ὀνομαζόμενα. σημαίνει δὲ τὴν μετάπτωσιν τοῦ ταῦτα λέγοντος τῷ πεπαλαιῶσθαι καὶ μὴ φύσει παλαιὰ ειναι τὰ ὀστᾶ αὐτοῦ. 284 Ps 31,4 Καὶ ἐν τοῖς προάγουσιν ειρηται, ὡς ἐν πολλοῖς τόποις τῆς γραφῆς ἡ κολαστικὴ τοῦ θεοῦ δύναμις χεὶρ αὐτοῦ ὀνομάζεται. ταύτην ουν βαρέως ἐπικεῖσθαι αὐτῷ ἡμέρας καὶ νυκτὸς τουτέστιν συνεχῶς λέγει διὰ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. Τὰς βιωτικὰς μέντοι μερίμνας ἡδονάς τε καὶ ἀπάτας τούτου τοῦ αἰῶνος ἀκάνθας ἡρμήνευσεν ὁ σωτήρ. οτ' αν ουν τοιαύτη ακανθα ἐμπαγῇ τινι, εὐθέως εἰς ταλαιπωρίαν στρέφεται. ἰστέον οτι κατὰ μεταβολὴν καὶ τροπὴν ταλαίπωρός τις γίνεται μὴ φύσει ων τοιοῦτος. σημαίνει δὲ ἡ λέξις τὸν οἰκτρὸν καὶ ἐλεεινόν. Καὶ τὸ ἐμπαγῆναι δὲ ακανθαν τὸ μὴ φύσει δηλοῖ ἀλλ' εξωθεν ἐπεισιοῦσαν. νυττόμενος ουν ὑπὸ ταύτης ̓Εστράφην εἰς ταλαιπωρίαν, τὴν διὰ τῆς μετανοίας καὶ τῆς ὑπὸ τοῦ κυρίου παιδευτικῆς νουθεσίας· Ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ον παραδέχεται. εγνωμεν δὲ ἐν ταῖς Βασιλείαις οσα ὑπέμεινεν διὰ ταύτην τὴν ἁμαρτίαν ὑπὸ κυρίου παιδευόμενος διὰ τὴν προτέραν αὐτοῦ δικαιοσύνην, ιν' ἐκείνης τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν τιμωρίας ἀπαλλαγεὶς