68
τὴν προτέραν ὑγείαν ἀναλήψηται. 285 Ps 31,5 ̔Ο εἰς ἁμαρτίαν ἐμπεσὼν οσον ἐνεργεῖν αὐτὴν βούλεται σκέπει καὶ κρύπτει αὐτήν, ὁ δὲ μισήσας αὐτὴν φανερὰν ποιεῖ τῷ δυναμένῳ ἰάσασθαι δι' ἐξομολογήσεως ἐξαγορεύων αὐτήν. ἀλλὰ καὶ τὴν ταύτῃ κατάλληλον ἀνομίαν ἀποκαλύπτει· ειδος γὰρ ἁμαρτίας ἡ ἀνομία· πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. δύναται ἐκ παραλλήλου εἰρῆσθαι μάλιστα διὰ τὸ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Πραγματικῶς δὲ εἰπὼν ἐξαγορεύειν κατ' ἐμαυτοῦ ην πεποίηκα ἀνομίαν πλέον ου ᾐτησάμην εσχον· οὐ μόνον γὰρ ταύτην ἀλλὰ καὶ τὴν τῆς καρδίας ἀσέβειαν ἀφῆκεν ὁ θεός. ἀσέβεια δὲ καρδίας ειναι δύναται ἡ συμβαίνουσα τοῖς πολλοῖς δυσαρέστησις τῆς προνοίας ἐκ τῆς δοκούσης τῶν πραγμάτων ἀνωμαλίας. 286 Ps 31,6a Εἰ καὶ πρακτικῆς ἀνομίας καθαρεύουσιν οἱ οσιοι, ἀλλά γε χραινομένους εχουσι τοὺς λογισμοὺς πολλάκις ἐκ τῆς εἰρημένης καρδίας ἀσεβείας. καίτοι οὐ περὶ ἀνομίας ης οὐκ εχουσιν οἱ προσευχόμενοι, ὑπὲρ τῆς ἀσεβείας προσεύξονται, αφεσιν αὐτῆς αἰτούμενοι ἐν εὐθέτῳ καιρῷ. ευθετος δὲ καιρὸς προσευχῆς περὶ τῆς εἰρημένης ἀφέσεως, οτε τις ἀπὸ πράξεως ῥυπαρᾶς καθαρεύει. καὶ ωσπερ τις τραυματίας ολος ων περὶ ἀμυχῆς οὐκ ἀπαιτήσει ἰατρὸν θεράπειαν ἀλλ' ολον τὸ σῶμα ὁλόκληρον εχων ἐν μόνῃ τῇ ἀμυχῇ τυγχάνων, ουτως οὐδεὶς πράξεων ἐναγῶν πεπληρωμένος περὶ καθαρότητος λογισμῶν προσεύξεται ἀλλὰ μόνος πᾶς οσιος. 287 Ps 31,6b Οτ' αν κατακλυσμὸς πολλῶν πνευματικῶν ὑδάτων γένηται, ἐσχηκότος τινὸς ἐν ἑαυτῷ πηγὴν υδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον τουτέστιν τῶν ὑδάτων ἐξαφανιζόντων πάντα τὰ ἁμαρτήματα καὶ τὴν ἐπ' αὐτοῖς ἀσέβειαν τῆς καρδίας, οὐκ ἐγγιοῦσιν ἡ ἀσέβεια καὶ ἡ ἀνομία τῷ ὑπὲρ αὐτῶν προσευξαμένῳ. 288 Ps 31,7 Τῆς περιεστηκυίας θλίψεως ἀπαλλαγὴν οὐκ αλλως εὑρίσκειν ὁ ταῦτα λέγων νομίζει η καταφυγὼν πρὸς Χριστόν. Ωσπερ δικαιοσύνη καὶ σοφία ουτω καὶ ἀγαλλίαμα τοῦ σπουδαίου ̓Ιησοῦς. φησὶν γοῦν πρὸς αὐτὸν ὡς ἀγαλλίαμα ἡμέτερον· Λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με· καταδιώκουσι γάρ με δαίμονες ἀλιτήριοι καὶ ανθρωποι πονηροί· πείσομαι γὰρ οὐδὲν κακόν, σοῦ ῥυομένου. 289 Ps 31,9 Τουτέστιν μὴ τὸ λογικῶς ἐνεργεῖν ἀποβαλόντες εἰς αλογον πέσητε κατάστασιν, ωστε ιππῳ διὰ τὸ θηλυμανὲς ὁμοιωθῆναι η ἡμιόνῳ διὰ τὸ ἐστερεῶσθαι πρὸς τὰ κακά· μὴ ἐχόντων γὰρ σύνεσιν ἡ τοιαύτη ὁρμή. Πρὸς τὸν θεὸν ὁ προφήτης φησίν· τοὺς γενομένους ὡς ιππους διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιαστικὸν καὶ ἡμίονον σκληρόστομον ἐν χαλινῷ τῷ σῷ λόγῳ καὶ κημῷ τῇ καταλλήλῳ προτροπῇ τὰς σιαγόνας αὐτῶν αγξαις δαμάζων καὶ ελκων τῷ σῷ χαλινῷ, ῳ αξεις ὑπὸ ζυγὸν τὸν σόν. Οἱ μὲν εὐεικτοὶ καὶ εὐήνιοι ἑκουσίᾳ ὁρμῇ ἐγγίζουσι τῷ θεῷ, οἱ δὲ προειρημένοι ὡς ιππος καὶ ἡμίονος διὰ τὸ ἀσύνετον γεγονότες τῇ προειρημένῃ ἀνάγκῃ τῶν πωλοδαμνῶν ἀχθήσονται πρὸς σέ.
290 Ps 32,1bc Οἱ τὸν ἠθικὸν κατορθώσαντες βίον δίκαιοί εἰσιν ἀγαλλιώμενοι
ἐν τῷ κυρίῳ, εὐθεῖς δὲ οις πρέπει αινεσις οἱ πᾶσαν σκολιότητα ψευδοδοξίας διαφυγόντες. τούτοις γὰρ ἁρμόζει θεὸν αἰνεῖν, ἐπεὶ Οὐχ ὡραῖος αινος ἐν στόματι ἁμαρτωλοῦ. 291 Ps 32,2 ̔Η ἐξομολόγησις καὶ ἐνταῦθα τὴν εὐχαριστίαν δηλοῖ. ταύτην ουν ἐν κιθάρᾳ ποιητέον. καὶ εἰ κιθάρα ειη τὸ σῶμα, νευραὶ τεταμέναι οὐκ αλλαι η τῶν αἰσθήσεών εἰσιν· θείᾳ γὰρ ἀκροάσει πληττόμενοι τὴν ἀκοὴν καὶ οψιν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καθορῶντες ὡς θαυμάσαι τὸν πεποιηκότα καὶ ταῖς αλλαις αἰσθήσεσιν ἐπαινετῶς χρώμενοι, εὐρύθμως καὶ ἐναρμωνίως ταύτῃ τῇ κιθάρᾳ ἐξομολογούμεθα τῷ κυρίῳ. εἰ δὲ τὴν ψυχὴν ὑπολάβοι τις κιθάραν, αἱ δυνάμεις αὐτῆς οιον μνημονικὴ καὶ συγκαταθετικὴ καὶ ἀνανευτικὴ καὶ αλλαι κατὰ λόγον κρουόμεναι νευρῶν δίκην ὑπὸ νοῦ μουσικῶς ἐξομολογήσονται τῷ κυρίῳ.