68
ἐδεῖτο βαπτίσματος, καὶ ὅτι ἔργον τῆς τοῦ Πνεύματος καθόδου γέγονε, τὸ δῆλον αὐτὸν ποιῆσαι μόνον. Οὐ γὰρ ἦν τῆς τοῦ Ἰωάννου δυνάμεως Πνεῦμα διδόναι· καὶ δηλοῦσι τοῦτο οἱ βαπτιζόμενοι ὑπ' αὐτοῦ λέγοντες· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. Οὐκ ἄρα τοῦ βαπτίσματος ἐδεῖτο ὁ Χριστὸς, οὐκ ἐκείνου, οὐχ ἑτέρου τινός· ἀλλὰ μᾶλλον τὸ βάπτισμα ἔχρῃζε τῆς δυνάμεως τοῦ Χριστοῦ. Τὸ γὰρ ἐλλεῖπον τοῦτο ἦν τὸ κεφάλαιον πάντων τῶν ἀγαθῶν, τὸ Πνεύματος ἀξιωθῆναι τὸν βαπτιζόμενον. Ταύτην οὖν τὴν τοῦ Πνεύματος χορηγίαν προσέθηκε παραγενόμενος. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης, λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Συνεχῶς δὲ τὸ, Οὐκ ᾔδειν αὐτὸν, τίθησιν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν' οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, συνεχῶς φησι τὸ, Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν, ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν, εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου, καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε, πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ' οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου, καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα, ὅσαπερ παιδὸς ὄντος ἐγένετο, οἷον τὰ περὶ τοὺς Μάγους, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου, τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου, εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. γʹ. Ἐντεῦθεν ἡμῖν λοιπὸν δῆλον, ὅτι καὶ τὰ σημεῖα ἐκεῖνα, ἃ παιδικὰ εἶναί φασι τοῦ Χριστοῦ, ψευδῆ καὶ πλάσματά τινων ἐπεισαγόντων ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν οὔτε Ἰωάννης αὐτὸν ἠγνόησεν, οὐδὲ τὸ λοιπὸν πλῆθος ἐδεήθη ἂν διδασκάλου τοῦ φανερώσοντος αὐτόν. Νῦν δὲ αὐτός φησι, διὰ τοῦτο παραγεγονέναι, Ἵνα φανερωθῇ τῷ Ἰσραήλ· καὶ διὰ τοῦτο ἔλεγε πάλιν, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ὕστερον δὲ ἅτε σαφέστερον μαθὼν, τοῖς ὄχλοις αὐτὸν ἐκήρυττε λέγων· Οὗτος ἦν ὃν εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι καὶ, Ὁ πέμψας με βαπτίζειν 59.111 ἐν ὕδατι, καὶ διὰ τοῦτο πέμψας, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, αὐτὸς αὐτῷ καὶ πρὸ τῆς τοῦ Πνεύματος καθόδου αὐτὸν ἀπεκάλυψε. ∆ιὸ καὶ πρὶν ἢ παραγενέσθαι, ἔλεγεν· Ὀπίσω μου ἔρχεται, ὃς ἔμπροσθέν μου γέγονεν. Οὐ τοίνυν ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην καὶ πάντας βαπτίζειν, ἀλλ' ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω· καὶ ταῦτα τοῦ Πατρὸς αὐτὸν ἀποκαλύψαντος τῷ Προφήτῃ, καὶ τοῦ Πνεύματος δείξαντος βαπτιζόμενον Ἰουδαίοις, δι' οὓς καὶ ἡ κάθοδος τοῦ Πνεύματος γέγονεν. Ἵνα γὰρ ἡ Ἰωάννου μὴ καταφρονηθῇ μαρτυρία λέγοντος, ὅτι Πρῶτός μου ἦν, καὶ ὅτι Ἐν Πνεύματι βαπτίζει, καὶ ὅτι Κρινεῖ τὴν οἰκουμένην, καὶ ὁ Πατὴρ φωνὴν ἀφίησιν ἀνακηρύττων τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα ἔπεισι, τὴν φωνὴν ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὁ μὲν ἐβάπτιζεν, ὁ δὲ ἐβαπτίζετο, ἵνα μή τις τῶν παρόντων περὶ Ἰωάννου νομίσῃ λέγεσθαι τὸ εἰρημένον, ἔρχεται τὸ Πνεῦμα διορθούμενον τὴν τοιαύτην ὑπόνοιαν. Ὥστε ὅταν λέγῃ, Οὐκ ᾔδειν αὐτὸν, τὸν ἔμπροσθεν λέγει χρόνον, οὐ τὸν ἐγγὺς τοῦ βαπτίσματος. Ἐπεὶ πῶς αὐτὸν ἐκώλυε λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; πῶς δὲ καὶ τοιαῦτα περὶ αὐτοῦ ἔλεγε; Πῶς οὖν οὐκ ἐπίστευσαν Ἰουδαῖοι, φησίν; οὐδὲ γὰρ μόνος Ἰωάννης εἶδε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ὅτι εἰ καὶ εἶδον, ἀλλὰ τὰ τοιαῦτα οὐχὶ τῶν τοῦ σώματος ὀφθαλμῶν δεῖται μόνον, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα