1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

69

Ψαλτηρίου δὲ πρὸς κιθάραν διαφορὰν ειναι λέγουσι μουσικοὶ τοιαύτην· τὴν μὲν κιθάραν ἐκ τῶν κάτω μερῶν ἀποτελεῖν τὸν ηχόν φασιν, τὸ δὲ ψαλτήριον ἐκ τῶν ανω μερῶν μετὰ τοῦ καὶ εὐθύτατον ειναι δι' ολων. τῆς ουν ψυχῆς ἀποδοθείσης ειναι κιθάρας, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐχ ετερον τάχα τοῦ νοῦ τυγχάνον ψαλτήριόν ἐστιν, ψάλλον οὐκ αλλῳ τινὶ η τῷ θεῷ. οτε γὰρ χρώμεθα νοήσεσιν ὀρθαῖς καὶ τῷ πνεύματι τῷ ἡμετέρῳ τὸ αγιον προσλαμβάνομεν πνεῦμα, τὸ τηνικάδε ψάλλομεν ἐν ψαλτηρίῳ δεκαχόρδῳ. Καὶ τάχα ἐκ τοῦ δέκα χορδὰς εχειν τὸ τέλειον αὐτοῦ παρίσταται. τὸν γὰρ τοιοῦτον ἀριθμὸν συνεχῶς ὑμνούμενον ἐν ταῖς γραφαῖς εστιν εὑρεῖν. καὶ τῷ ἱεροφάντῃ γοῦν Μωυσῇ οὐ πλὴν δέκα γενικῶν λόγων ἐχρημάτισεν ὁ θεός, καὶ δεκάτας προσφέρειν ὁ λαὸς προστάττεται. 292 Ps 32,3 ̔Ο διὰ πάντων σπεύδων θεὸν ὑμνεῖν καὶ διὰ φωνῆς μελῳδήσει τῷ θεῷ καινὸν ᾳσμα λέγων συγγενὲς τῇ καινῇ διαθήκῃ καὶ τῇ καινότητι τοῦ πνεύματος, οπως μὴ μόνον κιθάρᾳ καὶ ψαλτηρίῳ ἀλλὰ καὶ φωνῇ ἐξευμενίσηται θεόν. βούλεται δὲ καὶ ἐπαινετῶς ψάλαι μετὰ ἀλαλαγμοῦ· φωνὴ δέ ἐστιν ὁ ἀλαλαγμός. ὁ ἀθρόως καὶ ἀσήμως κατὰ νενικωμένων πολεμίων γινόμενος τότε Καλῶς ψάλατέ φησιν, οτ' αν νικήσαντες ἀλαλάξητε κατὰ τῶν πολεμίων. 293 Ps 32,4 ̔Ο τοῦ κυρίου λόγος ον δίδωσι τοῖς τὰ τῆς γνώσεως μεταδιώκουσι εὐθής ἐστιν οὐδὲν εχων ἀπάτης σκολιόν. ἀλλὰ καὶ τὰ κατάλληλα τούτῳ τῷ λόγῳ εργα α ἐργάζονται οἱ ἐργάται αὐτοῦ ἐν πίστει ἐπιτελοῦνται, καὶ τὰ εργα δὲ α ποιεῖ ὁ τοῦ θεοῦ λόγος ἐν πίστει ἐστὶν τουτέστιν βέβαια καὶ ἀμετακίνητα, καὶ ὁ λόγος καθ' ον διοικεῖ καὶ προνοεῖ εὐθής ἐστιν. εἰ δὲ καὶ εὐθῆ λόγον τις αὐτοῦ λέγοι τὸν θεὸν λόγον, τὰ εργα α ἐν τῷ λόγῳ τούτῳ εἰργάσατο ἐν πίστει ἐπιτελούμενα ευροι· αἱ γὰρ παραδοξοποιΐαι ̓Ιησοῦ εργα αὐτοῦ τυγχάνουσιν κατὰ πίστιν ἐκείνων εἰς ους ἐγίνοντο· Κατὰ γὰρ τὴν πίστιν σου γενηθήτω σοι. 294 Ps 32,5 Ητοι αὐτὸς ὁ θεὸς η ὁ εὐθὴς λόγος αὐτοῦ κρίσιν μὲν ἀποδεχόμενος τῷ ἐκδικεῖσθαι δεῖν τὰς ἀρετὰς περιυβριζομένας ὑπὸ τῶν φαύλων, ἐλεημοσύνην δὲ στέργων τῇ ἑαυτοῦ ἀγαθότητι βοηθῶν τοῖς ἐπὶ κρίσιν ἀγομένοις. εἰ γὰρ παρατηροῖτο πάντα τὰ εργα αὐτῶν, οὐδεὶς αν ὑποστῆναι ἐδύνατο. διὸ καὶ πρὸ τῆς κρίσεως ἀγαπᾷ τὴν ἐλεημοσύνην. εἰ γὰρ εμπαλιν ἐγίνετο, αρδην τὸ πᾶν ἀπώλλυτο. 295 Ps 32,6 ̓Εστερεώθησαν δὲ οἱ οὐρανοὶ τὸ δυσφθαρτότατον εχοντες· τοιαύτη γὰρ ἡ τῶν οὐρανῶν φύσις. ἀλληγορικῶς δὲ τῶν οὐρανῶν λαμβανομένων πάντων τῶν φρονούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου ουτω καλουμένων, ἡ μὲν ἑδραία πῆξις καὶ βεβαιότης αὐτῶν τῷ λόγῳ τοῦ κυρίου γίνεται, ἡ δὲ δύναμις αὐτῶν καθ' ην εἰσιν δυνατοὶ οὐκ αλλοθεν η ἐκ τοῦ πνεύματος τοῦ ἁγίου περιγίνεται. 296 Ps 32,6b Καὶ τούτῳ τῷ ῥητῷ συναγορεύουσιν εὐσεβεῖς ανδρες τὸ δημιουργικὸν ειναι τὸ αγιον πνεῦμα. 297 Ps 32,7 Ωσπερ τὸ ἐν ἀσκῷ η ἐν ἑτέρῳ ἀγγείῳ υδωρ συνεχόμενον οὐκ ἐπιτρέπεται εξω τοῦ συνέχοντος χεῖσθαι, ουτω τὸ πολὺ τῆς θαλάττης υδωρ ορῳ τινὶ περιορίζεται, οὐ συγχωρούμενον ὑπερβαίνειν τοὺς τεταγμένους ορους. εἰ γὰρ μὴ προστάγματι θεοῦ ἐπείχετο, ἐπέκλυσεν αν τὴν ολην γῆν. ἐπίστησον δὲ εἰ μὴ καὶ τοῦτο δηλοῦται· ἐπεὶ προσκαλούμενος τὸ υδωρ τῆς θαλάσσης ἐκχέει αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν διὰ τῶν ὑετῶν, τὸ πρόσταγμα αὐτοῦ ἀσκῶν δίκην ἀνιμώμενον τὸ υδωρ ὑπεραέριον ποιεῖ ὡς συστασῶν νεφελῶν ομβρον ἐπὶ γῆς ἐνεχθῆναι. ̓Αλληγορικῶς δὲ ὁ βίος τῶν ἀνθρώπων πολλαχοῦ θάλαττα ειρηται διὰ τὸ αστατον καὶ ἁλμυρὸν ηθος τῶν ἐπὶ γῆς. τούτου ουν δίκην τρικυμίας ἐσκεδασμένου συνήγαγεν αὐτὸ υδατα θαλάσσης καλούμενον ὡσεὶ ἐν ἀσκῷ ῳ ἀνέλαβεν ὁ σωτὴρ σώματι, οπως γαληνὸν καὶ εὐδιεινὸν γένηται. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. οὐδὲν τῶν ἐν τῇ κτίσει ἀτάκτως φέρεται· εκαστα γὰρ ωσπερ ἐν θησαυροῖς τῷ ἑαυτοῦ βουλήματι συνέχων ἀφίησιν καὶ ἐπέχει ὡς αν αὐτῷ δοκῇ. ἀμέλει γοῦν καὶ τοὺς ἀνέμους ἐκ θησαυρῶν ἐξάγειν λέγεται, οὐ κατ' ἰδίαν φορὰν