69
νομίσαι. Εἰ γοῦν θαυματουργοῦντα ὁρῶντες, καὶ ἁπτόμενον ταῖς οἰκείαις χερσὶ τῶν νενοσηκότων καὶ τῶν τεθνηκότων, καὶ οὕτως αὐτοὺς πρὸς ζωὴν ἐπανάγοντα καὶ ὑγείαν, τοσοῦτον ἐμέθυον ὑπὸ τῆς βασκανίας, ὥστε ἐναντία τοῖς ὁρωμένοις ἀποφαίνεσθαι· πῶς ἂν ἀπὸ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μόνης ἀπεκρούσαντο τὴν ἀπιστίαν; Τινὲς δέ φασιν οὐδὲ πάντας αὐτοὺς τεθεᾶσθαι, ἀλλ' ἢ μόνον Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. Εἰ γὰρ καὶ αἰσθητοῖς ὀφθαλμοῖς δυνατὸν ἦν ἰδεῖν ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατιόν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο πᾶσα ἀνάγκη πᾶσι κατάδηλον εἶναι τὸ πρᾶγμα. Καὶ γὰρ καὶ Ζαχαρίας ἐν αἰσθητῷ εἴδει πολλὰ τεθέαται· καὶ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ κοινωνὸν τῆς θέας οὐδένα ἔσχον· καὶ Μωϋσῆς δὲ πολλὰ οἶδε, καὶ οἷα τῶν ἄλλων οὐδείς· καὶ τῆς μεταμορφώσεως δὲ τῆς ἐπὶ τοῦ ὄρους οὐ πάντες ἠξιώθησαν οἱ μαθηταί· ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· καὶ τοῦτο δηλοῖ σαφῶς ὁ Λουκᾶς εἰπών· ὅτι ἔδειξεν ἑαυτὸν τοῖς Μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ποῦ ἐμαρτύρησεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Ἀμνὸν μὲν γὰρ αὐτὸν ἐκάλεσε, καὶ ὅτι Πνεύματι βαπτίζειν ἔμελλεν, εἶπεν· Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ. Καίτοι γε μετὰ τὸ βάπτισμα οὐδὲν αὐτὸν ἀναγράφουσιν εἰρηκότα οἱ ἄλλοι εὐαγγελισταὶ, ἀλλὰ τὰ μεταξὺ σιωπήσαντες, τὰ μετὰ τὴν σύλληψιν Ἰωάννου γενόμενα τοῦ Χριστοῦ θαύματα λέγουσιν. Ἀφ' ὧν στοχάζεσθαι εἰκὸς, ὅτι καὶ ταῦτα καὶ πολλῷ ἕτερα πλείονα παραλέλειπται· καὶ τοῦτο αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς πρὸς τῷ τέλει τῆς συγγραφῆς ἐδήλωσε. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ πλάσαι τι μέγα περὶ αὐτοῦ, ὅτι τὰ μὲν δοκοῦντα ἐπονείδιστα εἶναι πάντες ὁμοφώνως καὶ μετὰ ἀκριβείας ἔθηκαν ἁπάσης, καὶ οὐκ ἂν εὕροις οὐδένα αὐτῶν παραλιπόντα οὐδὲν τῶν τοιούτων· τῶν δὲ θαυμάτων τὰ μὲν ἄλλοις 59.112 εἴασαν, τὰ δὲ πάντες ἀπεσιώπησαν. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ πρὸς τὴν τῶν Ἑλλήνων ἀναισχυντίαν. Ἱκανὸν γὰρ τοῦτο τοῦ φιλαλήθους αὐτῶν τρόπου δεῖγμα, καὶ τοῦ μηδὲν πρὸς χάριν λέγειν. Καὶ δυνήσεσθε καὶ ταύτῃ μετὰ τῶν ἄλλων ὁπλίζεσθαι τῇ τῶν λόγων ὑποθέσει πρὸς αὐτούς. Ἀλλὰ προσέχετε· καὶ γὰρ ἄτοπον τὸν μὲν ἰατρὸν μετὰ ἀκριβείας ὑπὲρ τῆς τέχνης ἀγωνίζεσθαι τῆς αὑτοῦ, καὶ τὸν σκυτοτόμον, καὶ τὸν ὑφάντην, καὶ πάντας ἁπλῶς τοὺς τεχνίτας· τὸν δὲ Χριστιανὸν εἶναι φάσκοντα, μὴ δύνασθαι λόγον ὑπὲρ τῆς οἰκείας παρασχεῖν πίστεως. Καίτοι ἐκεῖνα μὲν παροφθέντα, εἰς χρήματα τὴν ζημίαν ἤνεγκε· ταῦτα δὲ ἀμελούμενα, αὐτὴν ἡμῖν διαφθείρει τὴν ψυχήν. Ἀλλ' ὅμως οὕτως ἀθλίως διακείμεθα, ὡς ἐκείνοις μὲν ἅπασαν ἀπονέμειν σπουδήν· τῶν δὲ ἀναγκαίων, καὶ ἃ σωτηρίας ὑπόθεσις τῆς ἡμετέρας ἐστὶ, τούτων ὡς οὐδενὸς ἀξίων καταφρονεῖν. δʹ. Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης. Ὅταν γὰρ αὐτοὶ μὲν τῷ ψεύδει συνιστάμενοι, πάντα πράττωσιν ὥστε συσκιάσαι τῶν δογμάτων τὴν αἰσχύνην, ἡμεῖς δὲ οἱ τῆς ἀληθείας θεραπευταὶ μηδὲ διᾶραι τὸ στόμα δυνώμεθα, πῶς οὐ πολλὴν τοῦ δόγματος καταγνώσονται τὴν ἀσθένειαν; πῶς οὐκ ἀπάτην καὶ μωρίαν τὰ ἡμέτερα ὑποπτεύσουσι; πῶς οὐ βλασφημήσουσι τὸν Χριστὸν ὡς εἴρωνα καὶ ἀπατεῶνα, καὶ τῇ τῶν πολλῶν ἀνοίᾳ πρὸς τὴν ἀπάτην ἀποχρησάμενον; Ταύτης δὲ ἡμεῖς αἴτιοι τῆς βλασφημίας, οὐκ ἐθέλοντες ἀγρυπνεῖν ἐν τοῖς ὑπὲρ εὐσεβείας λόγοις, ἀλλὰ πάρεργα τιθέμενοι ταῦτα, καὶ τὰ τῆς γῆς μεριμνῶντες. Καὶ ὀρχηστοῦ μέν τις ἐρῶν καὶ ἡνιόχου καὶ τοῦ τοῖς θηρίοις πυκτεύοντος, πάντα κινεῖ καὶ πραγματεύεται, ὥστε ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ αὐτοῦ μὴ ἔλαττον ἔχων ἀπελθεῖν· καὶ μακροὺς συνείρουσιν ἐπαίνους, πρὸς τοὺς κατηγοροῦντας αὐτῶν ἀπολογίαν συντιθέντες, καὶ μυρίοις βάλλοντες σκώμμασι τοὺς ἐναντιουμένους· ὑπὲρ δὲ Χριστιανισμοῦ προκειμένων λόγων, πάντες κάτω νεύουσι, καὶ κνῶνται, καὶ χασμῶνται, καὶ καταγελασθέντες ἀναχωροῦσι. Καὶ πῶς οὐκ ἄξια ταῦτα μυρίας ὀργῆς, ὅταν ὁ Χριστὸς ἀτιμότερος ὀρχηστοῦ φαίνηται παρ' ὑμῖν; εἴ γε ὑπὲρ μὲν τῶν ἐκείνοις πεπραγμένων μυρίας