70
τούτων φερομένων ἀλλὰ βουλήσει τοῦ πεποιηκότος ὁτὲ μὲν ἀποκλειομένων, ὁτὲ δὲ ἐξαγομένων. ἀλλὰ καὶ τὸν θησαυρὸν τῶν ἀγαθῶν οὐρανὸν ἀνοίγων δίδωσιν ὑετὸν τῷ σπέρματι τῆς γῆς, ωσπερ αυ καὶ ἐπέχει τὸν ὑετὸν κλείων τὸν οὐρανὸν ὡς ἐπὶ τοῦ προφήτου ̓Ηλιοῦ· καὶ τὰς ἀβύσσους ουν ἱκανῶς ἐχούσας διὰ τὸ πλῆθος τὸ ἀπεριόριστον τῶν ὑδάτων βλάψαι ἐν θησαυροῖς τίθεται περικλείων αὐτάς, ιν' οτ' αν βούληται χρήσηται αὐταῖς ὡς συμφέρει κατὰ καιρόν. 298 Ps 32,7 ∆ύναται δὲ καὶ τὰ ἀκατάληπτα τῶν νοημάτων καὶ ἀνεξερεύνητα τῶν κριμάτων αὐτοῦ, τυγχάνοντα ἀβύσσους, τεθεικέναι ἐν τοῖς ἀποκρύφοις θησαυροῖς τῆς γνώσεως καὶ τῆς σοφίας, ὡς μηδένα ἐξ ἑαυτοῦ τούτου τυγχάνειν εἰ μήπου ὁ θεὸς παράσχοι. 299 Ps 32,8.9 ̓Επεὶ αὐτοῦ εἰπόντος ἐγενήθησαν καὶ αὐτοῦ ἐντειλαμένου ἐκτίσθησαν, σαλευθήτωσαν ὑπ' αὐτοῦ· τοῦ γὰρ πεποιηκότος καὶ τὸ ἀλλοιοῦν ἐπὶ τὸ καλόν ἐστιν. σημαίνει δὲ τὸ ̓Εγενήθησαν τὴν οὐσίωσιν τῶν εἰς τὸ ειναι ἠγμένων, τὸ ̓Εκτίσθησαν δὲ τὴν διακόσμησιν τὴν μετὰ τὴν οὐσίωσιν γεγενημένην. εἰ δὲ εἰπόντος καὶ ἐντειλαμένου θεοῦ ἐγενήθη καὶ ἐκτίσθη τὰ πάντα, ἐστὶν ῳ ειπε καὶ ἐνετείλατο οὐκ αλλος παρὰ τὸν δημιουργικὸν λόγον· ἐστὶν δὲ ουτος ὁ τοῦ θεοῦ υἱός. 300 Ps 32,11a Καὶ ἀλλαχοῦ δὲ ειρηται· Α γὰρ ὁ θεὸς ὁ αγιος βεβούλευται τίς διασκεδάσει; 301 Ps 32,11b 301 Ωσπερ τὰ αλλα ἀφ' ων οιδαμεν ἀνθρωπίνως περὶ θεοῦ λέγει ὡς χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ αλλα εχοντος, ουτω καὶ καρδίαν αὐτοῦ λέγει τήν, ιν' ουτως ειπω, βουλευτικὴν καὶ νοητικὴν αὐτοῦ ἐνέργειαν. ταύτης ουν οἱ λογισμοὶ ἀραρότες καὶ βέβαιοι τυγχάνοντες παρατείνουσιν ἀπὸ γενεᾶς εἰς γενεάν, τουτέστιν κατὰ πᾶσαν τὴν ἐν γενεᾷ διαδοχὴν οἱ θεῖοι λογισμοὶ μένουσιν. η τάχα ους ἐνέβαλεν λογισμοὺς τῇ ἐκ περιτομῆς γενεᾷ, τούτους ἐμβάλλει τῇ ἀπὸ τῶν πιστευόντων ἐθνῶν γενεᾷ· οὐ γὰρ ἐπ' αλλοις κέκληται τὰ εθνη ἀλλ' ἐπ' ἐκείνοις οις ειχον οἱ ἐκ περιτομῆς σκιᾷ κρυπτομένοις. 302 Ps 32,14b Κατοικοῦσι δὲ τὴν γῆν οὐκ ανθρωποι μόνον ἀλλὰ καὶ πνεύματα ἀόρατα καὶ τὰ αλλα θνητὰ ζῷα. εἰς πάντας ουν τοὺς ἐπὶ γῆς παρατείνει ἡ τοῦ θεοῦ κηδεμονία ἐφορῶντος αὐτοὺς ἐκ τοῦ προειρημένου κατοικητηρίου αὐτοῦ. 303 Ps 32,15b ̓Επεὶ μὴ μόνον τὰ πεπραγμένα ἀλλὰ καὶ τὴν γνώμην ἀφ' ης ἐνεργεῖται ταῦτα ἐπίσταται ὁ θεός, οὐχ ὁρᾶν ἀλλὰ συνιεῖν πάντα τὰ εργα αὐτῶν λέγεται. 304 Ps 32,16.17a Οτι δὲ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, μαθήσῃ ἐκ τῆς ἱστορίας· Φαραὼ ουν ειχεν πολλὴν παράταξιν, ἀλλὰ Τὰ αρματα καὶ τὴν δύναμιν αὐτοῦ ερριψεν ὁ θεὸς εἰς τὴν θάλασσαν. πλήρης δὲ τῶν τοιούτων πᾶσα ἡ ἱστορία. καὶ γίγαντα δὲ τὸν ὑπερβαλλόντως ἰσχυρὸν οὐ σωθήσεσθαι εφη ἐν τῇ παρούσῃ αὐτῷ ἰσχύϊ· οψει δὲ τοῦτο ἐπιστήσας τῷ κατὰ τὸν Γολιάθ. εἰ δὲ καὶ τὸν θεομάχον ἡ προσηγορία δηλοῖ, οὐδὲ ουτος σωθήσεται ἐν πλήθει ἰσχύος ων εχει δογμάτων ἀθεότητος. τὸν μὲν ουν ἰσχυρὸν ουτω καλούμενον εστιν εὑρεῖν ἐν ̔Ησαίᾳ λέγοντι Γίγαντα καὶ ἰσχύοντα, τὸν δὲ θεομάχον πάλιν παρὰ τῷ αὐτῷ· Γίγαντες ερχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες. αμα καὶ ἐν Γενέσει· Καὶ ην Νεβρὼθ γίγας κυνηγὸς εναντι κυρίου. Ιππος μέντοι ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου, παρὰ δὲ κυρίου ἡ βοήθεια. 305 Ps 32,19 ̓Επεὶ ὁ ἀπολυόμενος φωτισμὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ ζωή ἐστιν, τούτου μετάσχοντες οἱ εὐλαβεῖς καὶ ἐπὶ τὸν ελεον τὴν ἐλπίδα εχοντες ῥυσθεῖεν αν ἐκ θανάτου τοῦ ἑπομένου τῇ κακίᾳ, ὡς τὰς ψυχὰς αὐτῶν ζωοποιηθῆναι· ἀλλὰ καὶ τοῦ οὐρανίου αρτου (θεοῦ δὲ λόγος ουτος) μεταλαμβάνοντες διατρέφονται ἐν λιμῷ. λιμὸν δὲ οὐ τὴν σπάνιν τῶν αἰθητῶν τροφῶν ἀλλὰ στέρησιν μαθημάτων λέγει θείων. τούτῳ συνῳδὸν τὸ ̓Επάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν αρτου οὐδὲ δίψαν υδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. 306 Ps 32,20.21 ̓Επεὶ οὐκ αὐτάρκεις ἐσμὲν πρὸς τὸ ἑαυτοῖς βοηθεῖν η ὑπὲρ ἑαυτῶν μάχεσθαι, εἰδότες θεὸν βοηθὸν καὶ ὑπερασπιστὴν οντα ἐπ' αὐτῷ ὑπομένομεν τῇ ψυχῇ τουτέστιν ἀπὸ βάθους διανοίας.