1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

71

τάχα δὲ καὶ οἱ πρὸ τῆς ἐπιδημίας ἑαυτοῖς ἀρήγειν μὴ δυνάμενοι ὑπομενοῦσιν τῇ προσδοκίᾳ τὸν ἐσόμενον βοηθὸν καὶ ὑπερασπιστὴν σωτῆρα. Καὶ ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. αλλοι ἐπί τινι τῶν προσκαίρων εὐφραίνονται διαχεόμενοι τὴν ψυχὴν οτ' αν τι τούτων παρῇ, ἡμεῖς δὲ ἐπὶ τῷ κυρίῳ τὴν θείαν καὶ αἰωνίαν εὐφροσύνην εχομεν, οὐ σωματικὴν εὐπάθειαν ἀλλὰ νοῦ καὶ καρδίας εχοντες. διὸ Καὶ ἐπὶ τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἐλπίζομεν, εὐχόμενοι αὐτοῦ μεταλαβεῖν ἁγιασμοῦ ἡμῖν αἰτίου ἐσομένου.

307 Ps 33,4 Ωσπερ οἱ ἐν τῇ καμίνῳ βληθέντες ἐν Βαβυλῶνι, ἐπὶ τῷ μὴ

βεβλάφθαι ὑπὸ τοῦ πυρὸς θεὸν ὑμνοῦντες, πᾶσαν τὴν κτίσιν παρέλαβον εἰς τοῦτο, εἰδότες μὴ αὐτάρκεις ειναι πρὸς τηλικοῦτον (μέγα γὰρ τὸ θεὸν ὑμνεῖν)· ουτω καὶ ὁ λέγων Μεγαλύνατε τὸν κύριον σὺν ἐμοὶ η πᾶσαν τὴν κτίσιν η τοὺς πραεῖς συνδραμεῖν τούτῳ βούλεται. τὸ δὲ μεγαλύναι τὸν θεὸν οὐκ αὐξῆσαι μέγεθός ἐστιν αὐτοῦ (ἀμεγέθης γάρ· σωμάτων ιδιον τοῦτο, ὁ δὲ θεὸς ἀσώματος), ἀλλὰ τὸ μεγάλα οὐχ ὡς πρὸς αὐτὸν ἀλλὰ πρὸς ἡμᾶς φρονῆσαι καὶ εἰπεῖν περὶ αὐτοῦ. ̔Υψοῦσι δὲ τὸ ονομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ οἱ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ. ὑψοῦται δὲ πρὸς τῶν γενητῶν ἡ τοῦ θεοῦ προσηγορία οὐκ ἐκ ταπεινοῦ μετεωριζομένη, ἀλλ' οταν οἱ φρονοῦντες αὐτὴν μηδὲν χαμαιπετὲς ἀλλὰ ὑψηλὰ καὶ οὐράνια διανοῶνται. ὡς γὰρ βεβηλοῦσιν τὸ ονομα τοῦ θεοῦ οὐκ αὐτοῦ χραινομένου ὀνόματος ἀλλ' οσον ἐπὶ τοὺς περικειμένους βέβηλα πράττοντας καὶ φρονοῦντας, ουτω καὶ ἁγιάζεται ἐκ τῶν ἡμετέρων ἐνεργημάτων· οθεν ὁ σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγει, ἐν τῇ εὐχῇ διδάσκων τὸ ̔Αγιασθήτω τὸ ονομά σου, οὐκ αὐτοῦ τοῦ ὀνόματος καθ' ἑαυτὸ ἐκ μὴ ἁγίου ἁγίου γινομένου. εὐκτέον γὰρ ἁγιασθῆναι αὐτὸ ἐν ἡμῖν ων ἁγίως νοοῦσι καὶ πράττουσι. καὶ ουτως ἡ περὶ θεοῦ διάληψις ην κατ' εννοιαν θεοῦ ἠκριβωμένην εχομεν ἡ τοῦ θεοῦ προσηγορία ἐστίν. ταύτην ἁγιαζομένην εξομεν, οταν καθ' ἁγιότητα πάντα ἐπιτελῶμεν. οσον γὰρ ἐν πλάνῃ καὶ ἀγνοίᾳ ενιοι τῶν ἀνθρώπων εἰσίν, ἡ τοῦ θεοῦ προσηγορία τρόπον τινὰ χραίνεται, ἑλκομένη ἐφ' α μὴ δεῖ. θεοὺς γοῦν ἀγάλματα καὶ τὴν σφῶν κοιλίαν ἐκάλεσάν τινες. 308 Ps 33,5a ̓Επεὶ τῷ ̓Εξεζήτησα τὸ ̓Επήκουσέν μου ἀνταπεδόθη, σαφὲς οτι τὸ ἐκζητῆσαι καὶ παρακαλέσαι δηλοῖ· η ἐπεὶ μὴ μόνῳ ὀνόματι ἐπιτελεῖ τὰ τῆς εὐχῆς ἀλλὰ καὶ φρονήσει ὀρθῇ καὶ βίῳ καθαρῷ διὰ πάντων τούτων ἐκζητήσας τὸν κύριον, εσχεν αὐτὸν ἐπινεύοντα. 309 Ps 33,5b Καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατό με. φέρεται Καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με. 310 Ps 33,6 ̓Επεὶ φῶς ἀληθινὸν ὁ κύριος, ὁ προσερχόμενος αὐτῷ μεταλαμβάνων αὐτοῦ φωτίζεται· φωτισθεὶς δὲ πολλὴν παρρησίαν ἀναλαβὼν ἀκαταίσχυντον εχει τὸ πρόσωπον. προστάττει δὲ τὸ πνεῦμα προαιρετικῶς προσελθεῖν τῷ κυρίῳ, ινα φωτισθέντες τὸ τῆς ψυχῆς πρόσωπον πᾶσαν αἰσχύνην ἀποβάλωμεν. 311 Ps 33,7 Πτωχὸν ἐνταῦθα καλεῖ τὸν μὴ δυνάμενον ἐκ τῶν παρουσῶν θλίψεων ἑαυτὸν σῶσαι. πάντες δὲ ταύτην τὴν πτωχείαν εχομεν, ωστε περὶ παντὸς λέγει χρῄζοντος ἐκ θεοῦ σωτηρίας. 312 Ps 33,8 Εἰ φοβουμένους τὸν κύριον τοὺς τὸ πνεῦμα τῆς δουλείας εχοντας ἐνταῦθα δηλοῖ, ἀγγέλων ουτοι περικυκλούντων αὐτοὺς δέονται ῥυομένων αὐτοὺς ἐκ τῶν βλάπτειν βουλομένων, ωσπερ καὶ οἱ μικροὶ τῶν πιστευόντων ἐπὶ τὸν σωτῆρα ἀγγέλους εχουσιν συνόντας ὁρῶντας τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός, τῶν τελείων τὸν θεὸν τῶν ἀγγέλων ἐχόντων συνόντα. εἰ δὲ τελείους ἐκλαμβάνοιμεν τοὺς θεὸν φοβουμένους, παρεμβαλόντα κύκλῳ αὐτῶν αγγελον ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς οὐκ αλλον ἐροῦμεν η τὸν τῆς μεγάλης βουλῆς αγγελον τοῦ θεοῦ σωτῆρα. τούτῳ ἀκόλουθον καὶ τὸ ὑπὸ ̓Ιακὼβ λεγόμενον· ̔Ο αγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἐκ πάντων τῶν κακῶν οὐκ οιός τε ῥύεσθαι αγγελος ἀλλ' ὁ σημαινόμενος σωτήρ. 313 Ps 33,9a