71
Φιλιππησίοις ἔλεγε· Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ἡ μὲν γὰρ γῆ τὰ σπέρματα παραλαβοῦσα ἅπαξ, εὐθέως ἀποδίδωσι τοὺς καρποὺς, καὶ οὐ δεῖται δευτέρας καταβολῆς· ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ' ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν. Πρῶτον μὲν γὰρ δυσκόλως ἐνιζάνει τῇ διανοίᾳ τὰ λεγόμενα, διὰ τὸ πολλὴν μὲν ὑποκεῖσθαι τὴν σκληρότητα, μυρίαις δὲ συνέχεσθαι ταῖς ἀκάνθαις, καὶ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ τὰ σπέρματα διαρπάζοντας. Ἔπειτα ὅταν παγῇ καὶ ῥιζωθῇ, τῆς αὐτῆς πάλιν δεῖται σπουδῆς, ὥστε πρὸς ἀκμὴν ἐλθεῖν αὐτὰ, καὶ ἐλθόντα μεῖναι ἀσινῆ, καὶ μηδὲν παραβλαβῆναι παρὰ μηδενός. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων, ὅταν ὁ στάχυς ἀπαρτισθῇ καὶ τὴν οἰκείαν ἰσχὺν ἀπολάβῃ, καὶ ἐρυσίβης καὶ αὐχμοῦ καὶ τῶν ἄλλων ἁπάντων εὐκόλως καταφρονεῖ· ἐπὶ δὲ τῶν δογμάτων οὐχ οὕτως, ἀλλὰ καὶ μετὰ τὸ τελείως ἐργασθῆναι τὸ πᾶν, πολλάκις ἐπελθὼν χειμὼν εἷς καὶ κλυδώνιον, δυσκολίας προσβαλούσης, καὶ ἀνθρώπων ἀπατᾷν εἰδότων ἐπιβουλευσάντων, καὶ ἑτέρων πειρασμῶν ποικίλων ἐπενεχθέντων, ἐλυμήνατο. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα ὅταν ἀκούσῃς τοῦ Ἰωάννου τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίας καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ ἅπαξ εἰπὼν ἀκουσθῆναι· ἐπειδὴ δὲ οὐ πολλοὶ τοῖς λεγομένοις προσεῖχον ἐξ ἀρ 59.114 χῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρᾳ πάλιν αὐτοὺς ἀφυπνίζει φωνῇ. Σκόπει δέ· Εἶπεν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε· καὶ ὅτι Οὐχ ἱκανός ἐστι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, ὅτι Αὐτὸς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ ὅτι τὸ Πνεῦμα τεθέαται καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν· καὶ μεμαρτύρηκεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· οὐδεὶς προσέσχεν οὐδὲ ἠρώτησεν, οὐδὲ εἶπε· Τί ταῦτα λέγεις; καὶ ὑπὲρ τίνος; καὶ διατί; Εἶπε πάλιν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐδὲ οὕτω καθήψατο τῆς ἀναισθησίας αὐτῶν. ∆ιὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν. ∆ιὰ δὴ τοῦτο οὐδὲ μακρὸν ποιεῖ τὸν λόγον, ὅτι ἓν μόνον ἐσπούδαζε, προσαγαγεῖν αὐτοὺς καὶ κολλῆσαι τῷ Χριστῷ. Ἤδει γὰρ ὅτι τοῦτο καταδεξάμενοι καὶ πεισθέντες, οὐ δεήσονται τοῦ μαρτυρήσοντος αὐτῷ λοιπόν· ὅπερ οὖν καὶ γέγονεν. Εἰ γὰρ οἱ Σαμαρεῖται λέγουσι μετὰ τὴν ἀκρόασιν αὐτοῦ τῇ γυναικὶ, Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός· πολλῷ μᾶλλον οἱ μαθηταὶ τάχιον ἐχειρώθησαν ἂν, ὃ δὴ καὶ γέγονεν. Ἐλθόντες γὰρ καὶ ἀκούσαντες μίαν ἑσπέραν, οὐκ ἔτι πρὸς Ἰωάννην ὑπέστρεψαν, ἀλλ' οὕτως αὐτῷ προσηλώθησαν, ὥστε τὴν Ἰωάννου διακονίαν ἀναδέξασθαι, καὶ αὐτοὶ κηρύττειν αὐτόν. Εὑρίσκει γὰρ οὗτος, φησὶ, τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός. Θέα δέ μοι κἀκεῖνο, πῶς, ὅτε μὲν 59.115 ἔλεγεν, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε, καὶ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ, οὐδένα εἷλεν· ὅτε δὲ περὶ τῆς οἰκονομίας διελέχθη, καὶ ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἤγαγε, τότε ἠκολούθησαν οἱ μαθηταί. Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ' ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον. Ἤκουσαν γοῦν ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ εὐθέως ἐπέδραμον. Εἰ γὰρ ἔστιν ἀπολούσασθαι τὰ ἐγκλήματα, τίνος ἕνεκεν, φησὶν, ἀναβαλλόμεθα; πάρεστιν ὁ χωρὶς πόνων ἐλευθερώσων ἡμᾶς· πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας ὑπερτίθεσθαι τὴν δωρεάν; Ἀκουέτωσαν οἱ κατηχούμενοι, καὶ πρὸς ἐσχάτας ἀναπνοὰς τὴν οἰκείαν ἀναβαλλόμενοι σωτηρίαν. Πάλιν εἱστήκει, φησὶν, ὁ Ἰωάννης καὶ λέγει· Ἴδε ὁ ἀμνὸς