72
̓Επὶ θεοῦ τὸ χρηστὸν ταὐτὸν τῷ ἀγαθῷ σημαίνει. ἐπεὶ ουν καὶ τρόφιμός ἐστιν αρτος ων ζωῆς, προστάττει τὸ πνεῦμα τοῖς μὴ ὀρεκτικῶς εχουσιν ωστε αὐτοῦ ἐμφορηθῆναι, καν μόνον γεύσωνται αὐτοῦ. ἡ γὰρ γεῦσις ἱκανή ἐστιν ὀρεκτικοὺς αὐτοὺς ποιῆσαι ὡς καὶ κατατρυφῆσαι αὐτοὺς θελῆσαι. τὸ δὲ γεύσασθαι δηλοῖ τό, καν ἀμωσγέπως, ἐπιστῆσαι καὶ ἐξετάσαι περὶ θεοῦ. ψιλὴ γὰρ γεῦσίς φησι τῶν ὑπὲρ ανθρωπόν τε καὶ θαυμασίων ἀσύγκριτον ἐνίησι ταῖς ψυχαῖς τῆς ἀπολαύσεως ερωτα. 314 Ps 33,9b Μακάριος ἀνὴρ ος ἐλπίζει ἐπ' αὐτόν. ὁ διὰ τὸ τελείως καὶ ἐνελλιπῶς ἐλπίζειν ἐπὶ θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. 315 Ps 33,10 315 ∆ιττὸν εφαμεν ειναι τὸν φόβον. εὐθὺς γάρ τις θεῷ προσερχόμενος φόβον πρὸς αὐτὸν ἀναλαβὼν πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθοῖ. ειρηται γοῦν· Τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. ἐν τῷ προκειμένῳ δὲ στίχῳ περὶ ὑπεραναβεβηκότος φόβου λέγει ἐφ' ον καλεῖ τοὺς ηδη ἁγίους γεγενημένους· τὸν γὰρ εἰσαγωγικὸν φόβον προσηκάμενοι εσπευσαν ἐπὶ τὴν ἁγιότητα. νῦν δὲ ἁγίοις αὐτοῖς ουσι φοβηθῆναι τὸν θεὸν προστάττει φόβον τὸν πληροῦντα παντὸς ἀγαθοῦ, ωστε ἀνελλιπῆ ειναι τὸν εχοντα αὐτόν. 316 Ps 33,12b Σημειωτέον οτι ὡς τὰ αλλα ἀγαθὰ ουτω καὶ ὁ θεῖος φόβος διδακτός ἐστιν, ἐξ ου μανθάνομεν μὴ τὸν παθητὸν δηλοῦσθαι φόβον· ουτος γὰρ ἀδίδακτος τῇ φύσει οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ τοῖς ἀλόγοις ζῴοις ἐνυπάρχει. 317 Ps 33,15.16 ̓Επεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι ἐπιβλέπουσιν ἐπὶ τοὺς δικαίους, ἀλλὰ καὶ τὰ ωτα αὐτοῦ ετοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν, τούτου χάριν φησίν· εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. 318 Ps 33,17 Οἱ ἀπρονόητον τόδε τὸ πᾶν τιθέμενοι καὶ ταύτῃ πράττοντες τὰ κακὰ ὡς οὐκ ἐφορῶντος θεοῦ κολάσει περιτυχόντες ἐνθύμησιν λήψονται, παρόντος θεοῦ δίκην αὐτοὺς εἰσπραττομένου. καὶ κατὰ τοῦτο ἐπιφαίνεσθαι αὐτοῖς τοῦ θεοῦ τὸ πρόσωπον λέγεται, οπως ἐξολοθρευθῇ τὸ μνημόσυνον αὐτῶν οὐ καθ' απαξ ἀλλ' ἐκ τῆς γῆς. μακάριον δὲ τὸ ἐξολοθρευθῆναι τὸ μνημόσυνόν τινων ἐκ γῆς· ουτως γὰρ ἐγγραφήσεται τὸ ονομα αὐτοῦ ἐν τοῖς οὐρανοῖς. ποιοῦσι δὲ κακὰ οἱ κακίας ἐργάται. 319 Ps 33,21 Τὰ ὀστᾶ τῶν δικαίων οντα ητοι δόγματα ἀληθείας η ψυχῆς δυνάμεις φυλάξει ὁ κύριος, οὐκ ἐῶν οὐδὲ τὸ τυχὸν αὐτῶν συντριβῆναι τῷ μηδὲ τὰ δόγματα τοῦ δικαίου μηδ' αυ τὰς δυνάμεις αὐτοῦ ἀνατρέπεσθαι. 320 Ps 33,22a ̔Ο ἁμαρτάνων στερεῖται τῆς ζωῆς τῆς ἐπὶ τηρήσει τῶν ἐντολῶν παραγινομένης, θανάτῳ πονηρῷ περιπίπτων. πονηρὸς δὲ θάνατος ητοι ὁ ἐναντίος τῇ ἀγαθῇ ζωῇ η ὁ πόνον ἐμποιῶν τῷ ὑποκειμένῳ· ουτω γὰρ καὶ ελκει πονηρῷ ἐπαίσθη ὁ ̓Ιώβ, τῷ δηλονότι πόνον ἐμποιοῦντι. 321 Ps 33,22b Οἱ τὰ φιλητὰ μισοῦντες βλάπτουσιν οὐχ ἑτέρους ἀλλ' ἑαυτούς. καὶ τὸν δίκαιον γοῦν σπουδαῖον οντα ὁ μισῶν πλημμελεῖ καὶ τιμωρίᾳ περιπίπτει. 322 Ps 33,23a Σημειωτέον οτι ἡ κυρίως λύτρωσις ψυχὰς ἀπὸ αἰχμαλωσίας ἐλευθεροῖ· εἰ γάρ ποτε καὶ σώματα λυτροῦται, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς τοῦτο ποιεῖ· καὶ ψυχαὶ δὲ ῥύονται οὐκ αλλων η τῶν δούλων αὐτοῦ. 323 Ps 33,23b Οἱ ἐπὶ κύριον ἐλπίζοντες οὐκ αν διαμάρτοιεν τῶν ἐλπιζομένων καὶ προσδοκωμένων.
324 Ps 34,1bc ∆ιδάσκει δὲ καὶ ἐν ἑτέροις τίνες ησαν οἱ πολεμοῦντες αὐτὸν
λέγων Οτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ υψους. οἱ μὲν ουν πολεμοῦντες αὐτὸν ἠδίκουν τὸν μηδὲν ἀδικήσαντα· αὐτὸς δὲ οὐκ ἀδικηθῆναι τοὺς ἐχθροὺς ευχεται ἀλλὰ δικασθῆναι τῇ τῶν ἐχθρῶν ἀδικίᾳ, τὴν τοῦ θεοῦ δικαιοσύνην ἀντιτάττων ἀναιρετικὴν ουσαν τῆς ἀδικίας, ὡς τὸ φῶς ἀναιρετικὸν τυγχάνει τοῦ σκότους. ἡ μὲν ουν ἀδικία ἐναντία ουσα καὶ ἀντικειμένη τῇ τοῦ θεοῦ δικαιοσύνῃ πολεμηθείη αν ἐξ αὐτῆς. διὸ καὶ ὁ αδικος ανθρωπος ἐχθρὸς αν λέγοιτο τῷ δικαίῳ. ἡ δὲ δικαιοσύνη