72
τοῦ Θεοῦ. Οὐδὲν ὁ Χριστὸς διαλέγεται, ἀλλὰ πάντα ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ νυμφίου γίνεται. Οὐκ αὐτός τι λέγει πρὸς τὴν νύμφην τέως, ἀλλὰ πάρεστι μὲν σιγῇ, ἕτεροι δὲ αὐτὸν δηλοῦσι καὶ τὴν νύμφην, ἐγχειρίζουσι δὲ ἕτεροι· αὕτη δὲ φαίνεται μόνον, καὶ οὐκ ἀφ' ἑαυτοῦ ταύτην ἄπεισι λαβὼν, ἀλλ' ἑτέρου παραδόντος αὐτήν. Ὅταν δὲ λάβῃ παραδοθεῖσαν, οὕτως αὐτὴν διατίθησιν, ὡς μηκέτι μεμνῆσθαι τῶν κατεγγυησάντων. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἦλθεν ἁρμοσόμενος τὴν Ἐκκλησίαν· οὐδὲν αὐτὸς εἶπεν, ἀλλὰ παρεγένετο μόνον· ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων. Λαβὼν αὐτὸς λοιπὸν, οὕτως αὐτοὺς διέθηκεν, ὡς μηκέτι πρὸς τὸν ἐγχειρίσαντα ἀπελθεῖν. βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν ἐνταῦθα παρατηρῆσαι. Καθάπερ γὰρ ἐπὶ τῶν γάμων οὐχ ἡ κόρη πρὸς τὸν νυμφίον ἄπεισιν, ἀλλ' οὗτος πρὸς αὐτὴν ἐπείγεται, κἂν βασιλέως υἱὸς ᾖ, κἂν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένην, κἂν θεραπαινίδα κατεγγυήσασθαι μέλλῃ· οὕτω καὶ ἐνταῦθα συνέβη. Οὐκ εἰς τὸν οὐρανὸν ἀνῆλθε τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' αὐτὸς πρὸς τὴν εὐκαταφρόνητον ταύτην καὶ εὐτελῆ παραγέγονε· καὶ γενομένων τῶν γάμων, οὐκ εἴασεν ἐνταῦθα μένειν αὐτὴν λοιπὸν, ἀλλὰ παραλαβὼν, πρὸς τὸν οἶκον ἀνήγαγε τὸν πατρικόν. Τί δήποτε δὲ οὐ κατ' ἰδίαν λαμβάνει τοὺς μαθητὰς τοὺς ἑαυτοῦ, καὶ περὶ τούτων αὐτοῖς διαλέγεται ὁ Ἰωάννης, καὶ οὕτως αὐτοὺς δίδωσι τῷ Χριστῷ, ἀλλὰ δημοσίᾳ μετὰ πάντων αὐτοῖς φησιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ; Ἵνα μὴ δόξῃ συσκευῆς εἶναι τὸ ἔργον. Εἰ μὲν γὰρ παρ' αὐτοῦ κατ' ἰδίαν παρακληθέντες ἀπῄεσαν, καὶ ὡς χάριν αὐτῷ παρέχοντες, ταχέως ἂν ἴσως καὶ ἀπεπήδησαν· νῦν δὲ ἐκ τῆς κοινῆς γενομένης διδασκαλίας καταδεξάμενοι τὴν ἀκολούθησιν, βέβαιοι λοιπὸν ἔμενον μαθηταὶ, ὡς οὐ διὰ τὴν εἰς τὸν διδάσκαλον χάριν ἀκολουθήσαντες, ἀλλ' εἰλικρινῶς καὶ πρὸς τὸ κέρδος ὁρῶντες τὸ ἑαυτῶν. Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον· οἱ μὲν πρὸ τῆς κατὰ σάρκα παρουσίας, οἱ δὲ μετὰ τὴν ἀνάληψιν· οὗτος δὲ μόνος παρόντα. ∆ιὸ καὶ φίλον αὐτὸν τοῦ νυμφίου φησὶν, ἐπειδὴ καὶ ἐν τοῖς γάμοις μόνος αὐτὸς παρεγένετο. 59.116 Καὶ γὰρ αὐτὸς πάντα ἐποίησε καὶ ἀπετέλεσεν· αὐτὸς τῷ πράγματι τὴν ἀρχὴν παρέσχε. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦτο εἶπε, δεικνὺς ὅτι οὐ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐμαρτύρει· καὶ γὰρ ἐθαύμαζε τὸν Χριστὸν χαίρων καὶ ἀγαλλόμενος. Καὶ οὐ ποιεῖ τὸν λόγον παρακλητικὸν τέως, ἀλλὰ θαυμάζει μόνον καὶ ἐκπλήττεται τὸν παρόντα· καὶ τὴν δωρεὰν δὲ αὐτοῖς πᾶσιν ἐφ' ἣν παρεγένετο δηλοῖ, καὶ τὸν τρόπον τοῦ καθαρμοῦ. Ὁ γὰρ ἀμνὸς ἀμφότερα ταῦτα ἐμφαίνει. Καὶ οὐκ εἶπεν, Ὁ ληψόμενος, ἢ Ὁ ἄρας· ἀλλ', Ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς ἀεὶ τοῦτο ποιοῦντος αὐτοῦ. Οὐ γὰρ τότε μόνον ἔλαβεν ὅτε ἔπαθεν, ἀλλ' ἐξ ἐκείνου μέχρι τοῦ παρόντος αἴρει τὰς ἁμαρτίας, οὐκ ἀεὶ σταυρούμενος (μίαν γὰρ ὑπὲρ ἁμαρτιῶν προσήνεγκε θυσίαν), ἀλλ' ἀεὶ καθαίρων διὰ τῆς μιᾶς ἐκείνης. Ὥσπερ οὖν ἡμῖν ὁ Λόγος τὸ ἐξαίρετον δείκνυσι, καὶ ὁ Υἱὸς τὸ ἐξηλλαγμένον πρὸς τοὺς ἄλλους ἐμφαίνει· οὕτω καὶ ὁ ἀμνὸς, καὶ ὁ Χριστὸς, καὶ ὁ προφήτης, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ὁ ποιμὴν ὁ καλὸς, καὶ ὅσα ἂν ἐπ' αὐτοῦ λέγηται μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, πολὺ δείκνυσι τὸ διωρισμένον. Καὶ γὰρ ἀμνοὶ ἦσαν πολλοὶ, καὶ προφῆται, καὶ χριστοὶ, καὶ υἱοί· ἀλλὰ πάντων ἐκείνων αὐτὸν ἀφίστησι πολλῷ τῷ μέσῳ. Καὶ οὐδὲ τῷ ἄρθρῳ τούτῳ ἠσφαλίσατο μόνον, ἀλλὰ καὶ τῇ τοῦ Μονογενοῦς προσθήκῃ. Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν. Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν· Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησὶν), ἐσφάλθαι σφόδρα ὁ τοιοῦτός μοι δοκεῖ. Ἐπὶ μὲν γὰρ τῶν πολλῶν καὶ τῇ σαρκὶ δουλευόντων, εἰκότως ὁ μετὰ τὴν ἑστίασιν καιρὸς οὐκ ἔστι σφόδρα ἐπιτήδειος πρός τι τῶν ἀναγκαίων, διὰ τὸ τὴν καρδίαν τοῖς σιτίοις βαρύνεσθαι· ἔνθα δὲ ἀνὴρ ἦν οὐδὲ τῆς κοινῆς μετέχων τροφῆς, ἀλλὰ καὶ τὴν