1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

73

τὸν δίκαιον φίλον ποιεῖ τῷ θεῷ, οτι δὴ τὰ ισα τοῖς ισοις φίλα. διὸ λέλεκται ∆ίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. θαρρῶν τε τῇ αὐτοῦ δικαιοσύνῃ ὁ δίκαιος ειποι αν Κρῖνόν με, κύριε, καὶ δίκασον τὴν δίκην μου. δικάζων τοίνυν ὁ κύριος τοὺς ἀδικοῦντας τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. ουτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπ' ἀγαθῷ τῶν πολεμουμένων τοῦτο ποιῶν ὡς αν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες. 325 Ps 34,1b Σημαίνει δὲ τὸ ἀδικεῖν βλάβην ἐν τῷ ̓Ιδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω οφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 326 34,1c ̓Επεὶ πολλοὶ οἱ διὰ ψευδοδοξίας καὶ τῆς αλλης κακίας πολεμεῖν μοι προύθεντο, τούτου χάριν σὺ ἀντ' ἐμοῦ πολέμησον αὐτοῖς· ἀναντιρρήτως γὰρ καταλυθήσονται, ἐπεὶ Κύριος συντρίβων πολέμους ὑπάρχεις. 327 Ps 34,2.3a ̓Επιλαβόμενος τοῦ καταλλήλου σου θυραιοῦ καὶ τοῦ οπλου τῆς ἀληθείας ̓Ανάστα εἰς τὴν βοήθειάν μου, τουτέστιν ὑπέρμαχός μου γενοῦ. τὸν αὐτὸν τρόπον καὶ τὴν ῥομφαίαν νοήσεις. 328 Ps 34,8 Σημειωτέον οτι ἐν τοῖς προκειμένοις στίχοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασιν· τὸ γὰρ Γενηθήτω ἡ ὁδὸς αὐτῶν ἀντὶ τοῦ γενηθείη καὶ τὸ ̓Ελθέτω ἀντὶ τοῦ ελθοι, καὶ τὰ λοιπὰ ὁμοίως. Καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ· κατὰ γὰρ τὴν πρᾶξιν εκαστος τιμωρεῖται. 329 Ps 34,9 Τούτων συμβάντων περὶ ἐκείνους, ἡ ἐμὴ ψυχὴ ἀγαλλιάσεται ὁρῶσα κατὰ πρόνοιαν τοὺς μὲν φαύλους τιμωρουμένους, τοὺς δὲ σπουδαίους εὐεργετουμένους· ἀλλὰ καὶ τέρψιν εξει, πεῖραν λαβοῦσα τοῦ σωτηρίου αὐτοῦ τοῦ θεοῦ. 330 Ps 34,10a Οἱ πάντα ἐκ ψιλῆς τῆς λέξεως καὶ οὐδὲν ἀλληγορικῶς ἐκλαμβάνειν ποθοῦντες ἐλεγχέσθωσαν καὶ ἐκ τοῦ προκειμένου στίχου. οὐδὲν γὰρ ουτως ἠλίθιόν ἐστιν ὡς νομίσαι τὰ αἰσθητὰ ὀστᾶ εννοιαν εχειν θεοῦ, ωστε ὑμνεῖν αὐτὸν καὶ εἰδέναι οτι οὐδεὶς ομοιος αὐτῷ. περὶ γὰρ τῶν ὀστῶν τοῦ εσω ἀνθρώπου (δυνάμεις δὲ αὐτοῦ καὶ δόγματα ἀληθῆ ταῦτα) ειρηται τὸ Πάντα τὰ ὀστᾶ μου· διὰ πάσης γὰρ ἐννοίας καὶ δόγματος ἀληθινοῦ ἐβεβαιώθην μηδὲν τῶν γεννητῶν ομοιον ειναι τοῦ κυρίου· μόνος γὰρ αὐτὸς εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ χαρακτὴρ θεϊκῆς ὑποστάσεώς ἐστιν. 331 Ps 34,10c ̓Επιστήσεις δέ, εἰ ετερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα καὶ πότερον τῇ ὑποστάσει η τῇ ἐπινοίᾳ, τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν ειναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι ου εσχεν πλούτου καὶ πένητα τῷ μετὰ πόνου περιποιεῖν τὰ πρὸς τὸ διαζῆν. 332 Ps 34,11 Οἱ μὴ δικαιοσύνης ἀλλ' ἀδικίας μάρτυρες διαναστάντες καὶ διεγείραντες ἑαυτοὺς σοφιστικῶς ἐπερωτῶσιν α οὐ γινώσκω. οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται· μαρτύριον δέ· ̔Ο φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ ἐνταῦθα γὰρ τὸ Οὐ γνώσεται ἀντὶ τοῦ οὐ πεποίωται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν. ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν· διάκρισιν γὰρ εχων πονηροῦ καὶ ἀγαθοῦ, ταλλα πάντα ἀποστραφεὶς ῥήματα ἐπὶ τὸ τηρεῖν τὴν ἐντολὴν ηλθεν. ο ουν λέγει τοιοῦτόν ἐστιν· πεῖραν οὐκ εχοντα οὐδὲ γνῶσιν η εννοιαν τῶν κακῶν διερεθίζοντές με, ἐπηρώτων με περὶ αὐτῶν ωσπερ ἡ Αἰγυπτία τὸν ̓Ιωσὴφ καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν. 333 Ps 34,12 ̓Εμοῦ φιλοτιμωμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ οσον δ' ἐπ' αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. εἰ γοῦν πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσιν τοιοῦτος ἐγεγόνειν οιον ηθελόν με ποιῆσαι, ἠτεκνώθη αν ἡ ψυχή μου μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ουτως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασιν περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γεναμένους διὰ μαθητείας. 334 Ps 34,13b 334 ̓Επειδὴ ἡ