73
ἑσπέραν μετὰ τοσαύτης διάγων νήψεως, μεθ' ὅσης ἡμεῖς ὑπὸ τὴν ἕω, μᾶλλον δὲ καὶ μετὰ πολλῷ πλείονος (ἐπὶ μὲν γὰρ ἡμῶν πολλάκις τῆς ἑσπερινῆς τροφῆς λείψανα ἐναπολειφθέντα, φαντάζει τὴν ψυχὴν, ἐκεῖνος δὲ οὐδενὶ τούτων τὸ πλοῖον ἐβάρυνεν)· εἰκότως καὶ δείλης ὀψίας περὶ τοιούτων ἐφθέγγετο. Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε· ἐπεὶ καὶ τῷ Χριστῷ τρεῖς ἡμέρας προσεκαρτέρησαν, καὶ ἦσαν ἄσιτοι. Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον. Τί δήποτε δὲ οὐ περιῆλθε πανταχοῦ τῆς Ἰουδαίας κηρύσσων αὐτὸν, ἀλλ' εἱστήκει παρὰ τὸν ποταμὸν, περιμένων ἐλθεῖν αὐτὸν καὶ δεῖξαι παραγενόμενον; Ὅτι διὰ τῶν ἔργων ἐκεῖνο γενέσθαι ἐβούλετο· τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. Τὴν δὲ μείζονα αὐτῷ καταλιμπάνει μαρτυρίαν τὴν διὰ τῶν ἔργων, καθάπερ καὶ αὐτός φησιν· Ἐγὼ οὐ παρὰ ἀνθρώπου λαμβάνω τὴν μαρτυρίαν· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ταῦτά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅρα γοῦν πῶς τοῦτο ἐνεργέστερον ἦν. Ἐπειδὴ γὰρ μικρὸν ἐνέβαλε σπινθῆρα, ἀθρόως ἡ πυρὰ πρὸς τὸ ὕψος ᾔρετο. Οἱ γὰρ πρὸ τούτου μηδὲ προσέχοντες τοῖς λεγομένοις, ὕστερον λέγουσι· Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν. 59.117 γʹ. Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα. Καὶ ἤκουσαν οἱ μαθηταὶ αὐτοῦ οἱ δύο, καὶ ἠκολούθησαν αὐτῷ. Καίτοι γε καὶ ἕτεροι ἦσαν αὐτῷ μαθηταὶ, ἀλλ' ἐκεῖνοι οὐ μόνον οὐκ ἠκολούθησαν, ἀλλὰ καὶ ζηλοτύπως πρὸς αὐτὸν διετέθησαν· Ῥαββὶ γὰρ, φησὶν, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν οὗτοι φαίνονται ἐγκαλοῦντες· ∆ιατί ἡμεῖς νηστεύομεν, καὶ οἱ μαθηταί σου οὐ νηστεύουσιν; Ἀλλ' οἱ τῶν ἄλλων βελτίους οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλ' ὁμοῦ τε ἤκουσαν καὶ ἠκολούθησαν. Ἠκολούθησαν δὲ, οὐχ ὡς τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλ' ὡς αὐτῷ μάλιστα πεισθέντες, καὶ δεῖγμα μέγιστον τοῦ κρίσει λογισμῶν ὀρθῇ τοῦτο ποιεῖν ἐξενεγκόντες. Οὐδὲ γὰρ παρακληθέντες αὐτὸ ἐποίησαν, ὅπερ ὕποπτον ἦν, ἀλλ' ἐπειδὴ προεῖπε μόνον τὸ μέλλον, ὅτι βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἠκολούθησαν αὐτῷ. Οὐ τοίνυν ἀπέστησαν τοῦ διδασκάλου, ἀλλ' ἐβουλήθησαν μαθεῖν, τί πλέον φέρει τοῦ Ἰωάννου. Καὶ ὅρα τὴν σπουδὴν μετὰ αἰδοῦς γινομένην. Οὐδὲ γὰρ εὐθέως προσελθόντες ἐπηρώτησαν τὸν Ἰησοῦν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, οὐδὲ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἰδίᾳ διαλεχθῆναι αὐτῷ ἐσπούδαζον. Ἤδεισαν γὰρ οὐ ταπεινοφροσύνης, ἀλλ' ἀληθείας ὄντα τοῦ διδασκάλου τὰ ῥήματα. Ἦν Ἀνδρέας, φησὶν, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Τίνος οὖν ἕνεκεν καὶ τὸ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα; Τινές φασι διὰ τὸ αὐτὸν εἶναι τὸν γράφοντα τὸν ἠκολουθηκότα· τινὲς δὲ οὐχ οὕτως, ἀλλ' ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν. Οὐδὲν οὖν πλέον τῶν ἀναγκαίων λέγειν ἐχρῆν. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα; Τοῦτο καὶ παρὰ Παύλῳ ἔστιν ἰδεῖν Συνεπέμψαμεν γὰρ αὐτῷ, φησὶ, τὸν ἀδελφὸν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Τοῦ δὲ Ἀνδρέου μέμνηται καὶ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ' αὐτοῦ, ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ ἰδὼν αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Ἐντεῦθεν παιδευόμεθα, ὅτι οὐ φθάνει τὰς βουλήσεις ἡμῶν ὁ Θεὸς ταῖς δωρεαῖς· ἀλλ' ὅταν ἡμεῖς ἀρξώμεθα, ὅταν τὸ θέλειν παράσχωμεν, τότε καὶ αὐτὸς πολλὰς δίδωσιν ἡμῖν τῆς σωτηρίας τὰς ἀφορμάς. Τί