1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

74

τρυφὴ τὰς ἀλόγους ἡδονὰς διεγείρουσα ἀλόγως ἐπαίρει τὴν ψυχήν, νηστεία τὸ ἐναντίον ποιοῦσα καθαιρεῖ τὰ πάθη· ἀλλὰ καὶ ἁμαρτημάτων καθαίρεσιν ἡ ἐπαινετὴ νηστεία ποιεῖ, η καὶ ἀληθῶς ἀτυφίαν ἐργαζομένη τῇ ψυχῇ ταπεινοῖ αὐτήν. 335 Ps 34,13c Τοῦ καλῶς προσευξαμένου ἡ προσευχὴ εἰς αὐτὸν ἀνακάμπτει φέρουσα τὰ ἀγαθὰ ὑπὲρ ων γέγονεν, καὶ ἀποστραφεῖσα εἰς κόλπον συστρέφεται τοῦ ἀναπέμψαντος αὐτήν. σημαίνει δὲ ὁ κόλπος τὸ ἡγεμονικὸν αὐτῶν· Ουτος γὰρ ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν, καὶ Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις· καὶ ταύτῃ καὶ πάντες οἱ δίκαιοι εἰς κόλπον ̓Αβραὰμ χωροῦσιν, τουτέστιν εἰς τὴν αὐτὴν αὐτῷ γνώμην καὶ ἐπαγγελίαν. 336 Ps 34,14 Ἐγὼ ουτως εὐαρέστως διεκείμην πρὸς τοὺς βλάψαι τὰ προειρημένα βουλομένους, ὡς αν τις εὐαρεστοίη τῷ πλησίον καὶ τῷ σφετέρῳ ἀδελφῷ, η ουτως, ὡς πλησίον αὐτῶν καὶ ὡς ἀδελφὸς σφέτερος εὐηρέστουν αὐτοῖς. ̓Επεὶ ὡς περὶ γνησίων ἀδελφῶν διεκείμην ὁρῶν αὐτοὺς δι' ων πράττουσι νεκρουμένους, ὡς πενθῶν αὐτοὺς καὶ σκυθρωπάζων ἐπ' αὐτοὺς ἐταπεινούμην, ἐξευμενιζόμενος τὸν δυνάμενον ἀβλαβῆ ἀπ' αὐτῶν με διαφυλάξαι. 337 Ps 34,15ab ̓Εξηγητικὸν τὸ παρὸν ειναι δύναται τοῦ ̓Ανταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. ἐμοῦ γὰρ ὑπὲρ αὐτῶν πενθοῦντος καὶ σκυθρωπάζοντος ἐφ' ῃ εχουσι νεκρότητι, αὐτοὶ κατ' ἐμοῦ συναγόμενοι εὐφροσύνην ειχον ὡς ὑποχείριόν με ληψόμενοι· ἑκάτερα δὲ κατ' ἐμοῦ πεποιήκασιν, τότε συναχθῆναι καὶ εὐφρανθῆναι. ∆ι' ων ἐπεχείρουν κατ' ἐμοῦ, ἐμάστιζον τὴν ψυχήν μου λογικῶς· ἐγὼ δὲ ἀβλαβὴς διαμένων οὐδὲ αισθησιν η γνῶσιν εσχον τῶν πρὸς αὐτῶν προσαγομένων. εἰ δὲ καί ποτε διερεθιζόντων τῶν ἐχθρῶν εἰς ἁμαρτίαν τάραχος ἐν τοῖς λογισμοῖς γεγένητο ὡς μαστίζεσθαί με ἐξ αἰσθήσεως τῶν ἀπὸ λογισμῶν, οὐκ ἐφανέρουν τὰς μάστιγας ταύτας τοῖς ἀντικειμένοις, οπως μὴ λαβόντες ἀφορμὴν ἐκ τοῦ κλόνου τῆς ψυχῆς ετι μᾶλλον ἐπιβῶσιν. 338 Ps 34,15c.16 Κατ' ἐμοῦ συναχθέντες καὶ εὐφρανθέντες θείᾳ προνοίᾳ διεσχίσθησαν· διαλυθέντες καὶ ομως καὶ ουτω σκεδασθέντες οὐ κατενύγησαν, τουτέστιν οὐ μετέγνωσαν ἐφ' οις κακῶς ἐβουλεύσαντο ἀλλ' αυθις τοῖς αὐτοῖς ἐπεχείρησαν. ∆ιὰ πάντων ων ἐποίουν ἀπόπειράν μου σπουδάζοντες λαβεῖν, ἑλεῖν με οὐ δεδύνηνται· διὸ καὶ ἐπὶ τοῦ χλευάζειν καὶ ἐκμυκτηρίζειν με μετεβάλοντο. Θηρῶν ἀγρίων δίκην τοὺς ὀδόντας, τουτέστιν τὴν ὀργίλον καὶ θυμωτικὴν αὐτῶν δύναμιν, ἐπ' ἐμὲ εβρυξαν· καταφαγεῖν με γὰρ θέλοντες ἀπέτυχον. 339 Ps 34,17 ̔Ο αγιός φησιν· Κύριε, πότε ἐπόψει; ἐποψομένου σου γὰρ οἰχήσεται τὰ προειρημένα πάντα συναπιόντα τοῖς δρῶσιν αὐτά. Μονογενῆ δὲ λέγει τὴν ψυχὴν ἑαυτοῦ τῷ μόνην αὐτὴν ἐσχηκέναι· οὐ γὰρ προσεκτέον τῇ περὶ μετεμψυχώσεως μυθοποιΐᾳ. η τάχα μονογενὴς αλλη παρὰ τὴν ψυχὴν αὐτοῦ ἡ οὐσία τοῦ συνεζευγμένου τῇ ψυχῇ πνεύματός ἐστιν· μονογενὴς γὰρ αυτη τῷ ἀποκεχωρίσθαι ἀπὸ πάντων τῶν ἐν ἡμῖν κατὰ θειότητα. 340 Ps 34,18 Πολλὴ ἐκκλησία ἡ ἐκ πολλῶν ἁγίων συναγομένη, λαὸς βαρὺς ὁ βέβαιος καὶ στιβαρὸς ἐπιπολαίῳ καὶ εὐχερεῖ ἀντιδιαστελλόμενος. 341 Ps 34,22b ̓Επεὶ σοῦ παρόντος μοι, οἱ ἐχθροὶ μακράν· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, οπως μὴ ἐπέλθωσί μοι μονωθέντι σου. 342 Ps 34,23 ̓Επεὶ πολλαχοῦ ἡ τοῦ θεοῦ μακροθυμία υπνος αὐτοῦ λέγεται, ἐπιτριβομένων τῶν ἐχθρῶν διανίστησιν εἰς ἀγανάκτησιν τὸν κύριον λέγων· ̓Εξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, τουτέστιν, ἐπίστησον τὴν εφορον δύναμίν σου, οπως ἐξετασθῇ τὰ κατ' ἐμὲ πρὸς τοὺς ἐχθρούς μου. πρὸς ἀγαθοῦ γὰρ τοῦτο, ἐπεὶ ἀδίκως ἐχθρεύουσίν μοι καὶ πάντως καταδικασθήσονται Οἱ μισοῦντές με δωρεάν. 343 Ps 34,27.28 Καὶ ουτος μὲν ὁ συγγραφεὺς εις τε τὸν ∆αυὶδ καὶ εἰς τὸν Χριστὸν ἐξέλαβεν τὸν ψαλμόν, μᾶλλον δὲ εἰς τὸν Χριστόν· αλλος δὲ ἀορίστως εἰς δίκαιον· ὁ δὲ τρίτος εἰς τὸν ∆αυὶδ μόνον. περὶ δὲ τοῦ κατεύχεσθαι τῶν ἐχθρῶν ὁ μὲν προφητικῶς εφη λελέχθαι τὰ μέλλοντα συμβήσεσθαι, ὁ δὲ ἐπ' ὠφελείᾳ τῶν ἐχθρῶν