74
ζητεῖτε; Τί τοῦτο; ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ; Ἀλλ' οὐχ ἵνα μάθῃ (πῶς γάρ;), ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται, καὶ πλείονος μεταδῷ τῆς παῤῥησίας, καὶ δείξῃ τῆς ἀκροάσεως ὄντας ἀξίους. Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας. Ταῦτ' οὖν ἅπαντα λύων, τὴν αἰδὼ, τὸν φόβον, ἐρωτᾷ, καὶ οὐκ εἴασε σιγῇ μέχρι τῆς οἰκίας ἐλθεῖν· καίτοι τὸ 59.118 αὐτὸ ἂν ἐγένετο, καὶ εἰ μὴ ἠρώτησε. Παρέμειναν γὰρ ἂν ἀκολουθοῦντες αὐτῷ, καὶ κατὰ πόδας βαδίζοντες ἐπέστησαν τῇ οἰκίᾳ. Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Τοῦτο ὅπερ εἶπον κατασκευάζων, καταπραΰνων τε αὐτοῖς τὸν λογισμὸν ἐρυθριῶντα, ἔτι καὶ ἀγωνιῶντα, καὶ παρέχων θαῤῥεῖν. Οὐ διὰ τῆς ἀκολουθήσεως δὲ μόνον τὸν πόθον, ἀλλὰ καὶ διὰ τῆς ἐρωτήσεως ἐφανέρωσαν. Οὐδὲ γὰρ οὐδέπω μαθόντες παρ' αὐτοῦ, οὐδὲ ἀκούσαντες, διδάσκαλον αὐτὸν καλοῦσιν, εἰς τοὺς μαθητὰς εἰσωθοῦντες ἑαυτοὺς, καὶ τὴν αἰτίαν δεικνύντες, δι' ἣν ἠκολούθουν, ὥς τι τῶν χρησίμων ἀκουσόμενοι. Θέα δέ μοι καὶ τὴν σύνεσιν. Οὐκ εἶπον· ∆ίδαξον ἡμᾶς περὶ δογμάτων ἤ τινος ἑτέρου τῶν ἀναγκαίων· ἀλλὰ τί; Ποῦ μένεις; Μετὰ γὰρ ἡσυχίας, ὅπερ ἔμπροσθεν ἔφην, καὶ εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαί τι παρ' αὐτοῦ, καὶ μαθεῖν ἤθελον. ∆ιόπερ οὐδὲ ἀνεβάλοντο, οὐδὲ εἶπον· Ἥξομεν πάντως αὔριον, καὶ ἀκουσόμεθα διαλεγομένου σου δημοσίᾳ· ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι. Καὶ γὰρ ἔτυχε λοιπὸν πρὸς δυσμὰς ὁ ἥλιος ὤν. Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησί. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ λέγει τὰ σημεῖα τῆς οἰκίας, οὐδὲ τὸν τόπον, ἀλλ' ἐπισπᾶται πλέον αὐτοὺς πρὸς τὴν ἀκολούθησιν, δεικνὺς ὅτι αὐτοὺς ἀπεδέξατο. Καὶ διὰ τοῦτο οὐδὲ αὐτὸς τοιοῦτόν τι εἶπεν· ἄκαιρόν ἐστιν εἰς οἰκίαν νῦν ὑμᾶς εἰσελθεῖν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀναχωρήσατε οἴκαδε νῦν· ἀλλ' ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. Πῶς οὖν ἀλλαχοῦ φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· ἐνταῦθα δὲ λέγει, Ἔρχεσθε καὶ ἴδετε ποῦ μένω; Ὅτι τὸ, Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ, δηλωτικόν ἐστι τοῦ μηδὲ ἴδιον καταγώγιον κεκτῆσθαι, οὐχ ὅτι ἐν οἰκίᾳ οὐ κατέμενε· καὶ γὰρ καὶ ἡ παραβολὴ τοῦτο βούλεται. Ὅτι μὲν οὖν παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην, εἶπεν ὁ Εὐαγγελιστής· τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν οὔτε αὐτῷ ἠκολούθησαν, οὔτε ὁ Χριστὸς αὐτοὺς ἐπεσπάσατο, ἀλλ' ἢ διὰ τὴν διδασκαλίαν· ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ' ἑτέρων θήραν ἐλθεῖν. δʹ. Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας. Τροφὴ μὲν οὖν καὶ λουτρὰ καὶ δεῖπνα, καὶ τὰ ἄλλα τὰ βιωτικὰ, καιρὸν ἐχέτω τὸν ὡρισμένον· διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ' ἅπας αὐτῆς ἔστω ὁ καιρός. Εὐκαίρως γὰρ, φησὶν, ἀκαίρως ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ ὁ Προφήτης δέ φησιν, Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ τοῖς Ἰουδαίοις δὲ ὁ Μωϋσῆς διαπαντὸς τοῦτο ποιεῖν ἐκέλευε. Τὰ μὲν γὰρ βιωτικὰ, βαλανεῖα λέγω καὶ δεῖπνα, εἰ καὶ ἀναγκαῖα, ὅμως συνεχῶς γινόμενα τὸ σῶμα ἐξίτηλον ἐργάζεται· ἡ δὲ τῆς ψυχῆς διδασκαλία, ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ τὴν δεχομένην ἰσχυροτέραν ποιεῖ ψυχήν. Νῦν δὲ λήροις μὲν καὶ φλυαρίαις ἀνονήτοις πάντα καιρὸν ἀφορίζομεν, καὶ τὸν ὑπὸ τὴν ἕω, καὶ τὸν 59.119 περὶ δείλης, καὶ μεσημβρίαν, καὶ ἑσπέραν δὲ αὐτὴν συνεδρεύομεν εἰκῆ, καὶ τόπους εἰς τοῦτο ἀπετάξαμεν· τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα. Τί οὖν τὸ αἴτιον; Κακῶς διακείμεθα τὴν