75
ταῦτα λέγεσθαι τῷ αἰσχυνθῆναι αὐτοὺς καὶ ἐντραπῆναι καὶ αισθησιν λαβεῖν τῶν οἰκείων ἁμαρτημάτων καὶ εἰς τοὐπίσω χωρῆσαι τῆς ὁδοῦ ης ωδευσαν. ὁ δὲ νομικήν φησιν καὶ οὐκ εὐαγγελικὴν ζῆν τὸν ∆αυὶδ πολιτείαν· ὁ γὰρ νόμος, φησίν, διαγορεύει ἀγαπῆσαι τὸν πλησίον καὶ τὸν ἐχθρὸν μισῆσαι κακῶς τε λέγων· εὐαγγελικῶς γὰρ πολιτευόμενος ὁ ∆αυὶδ εφασκεν, εἰ ̓Ανταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· τελευταῖον μέντοι καὶ ουτος προφητικῶς εφη ταῦτα εἰρῆσθαι ὡς πάντως ἐσόμενα.
344 Ps 35,2 ̔Ο καθ' εξιν παράνομος ἐν ἑαυτῷ λογιζόμενος λέγοι οὐκ αλλο τι
η τὸ ἁμαρτάνειν. συγκαταθέμενος γάρ τις κατὰ διάνοιαν πρότερον ἐπὶ τὸ πρακτικῶς ἁμαρτάνειν διαβαίνει. δύναται δὲ καὶ ἐν τῷ ἐν ἑαυτῷ λέγειν ἁμαρτάνειν, οιόν ἐστιν τὸ Σὺ δὲ ειπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ τὰ ἑξῆς. Εἰ φόβον ειχεν πρὸ ὀφθαλμῶν τοῦ εσω ἀνθρώπου, ἀπείχετο πάσης ἁμαρτίας, ἐπειδὴ δὲ μὴ εχει ̓Εν ἑαυτῷ, φησίν, τοῦ ἁμαρτάνειν. μαρτύριον τοῦ μὴ ἁμαρτάνειν τὸν εχοντα φόβον τὸ Οπως αν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ινα μὴ ἁμαρτάνητε. 345 Ps 35,3 ̔Ο γεγονὼς παράνομος εἰδὼς τὴν ἀνομίαν αὐτοῦ μισητὴν τυγχάνουσαν· εἰ θεωρηθείη, δολοῖ ἐνώπιον αὐτοῦ, οπως μὴ εὑρίσκηται τὸ αισχος τῆς ἀνομίας ωστ' αν αὐτὴν μισηθῆναι. τοῦτο ποιοῦσιν οἱ σοφιστικῶς συναγορεύοντες τῇ ἁμαρτίᾳ ὡς καθηκόντως καὶ μὴ παρὰ λόγον γινομένῃ. 346 Ps 35,4.5 ̔Ετέρα ἐστὶν γραφὴ φάσκουσα· Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, τουτέστιν, ἐπαχθῆ ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. Οὐκ ἐβουλήθη συνεῖναι τοῦ ἀγαθῦναι. δῆλον ἐκ τῶν εἰρημένων ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστιν τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν εχειν ἐπὶ τῷ ἀγαθοποιεῖν αὐτεξουσίου. Ετι δὲ πρὸς τούτοις· Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. τοιοῦτόν ἐστιν τὸ Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν καὶ αμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά. ουτως ουν ἀνομίαν λογισάμενος ἐπὶ τῆς κοίτης τυγχάνων Παρίσταται πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τουτέστιν πάσῃ πράξει πονηρᾷ· οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ, ἀποδεχόμενος αὐτὴν ουσαν χειρίστην εξιν, πρακτικῶς αρχεται ὁδεύειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν. 347 Ps 35,6 Καὶ ἐν ̔Ησαίᾳ αμα ταῖς νεφέλαις μνημονεύεται ουτως· Εὐφρανθήτω ὁ οὐρανὸς ανωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. αἰσθηταὶ δὲ νεφέλαι οὐ δικαιοσύνην η ἀλήθειαν ἀλλ' ὑετὸν ῥέουσιν. αἱ ουν δικαιοσύνην ῥέουσαι νεφέλαι θεῖοι ανδρες εἰσίν, τὸν πνευματικὸν ὑετὸν τουτέστι τὸν κατ' ἀρετὴν λόγον προχέουσαι. ὑπεράνω δὲ τούτων οὐρανὸς εὐφραινόμενος ητοι αἱ μακάριοι φύσεις αἱ οἰκοῦσαι τὸν οὐρανὸν τυγχάνουσιν η ὁ σωτὴρ ἀλληγορικῶς ουτως ὀνομαζόμενος· ανωθεν γὰρ ὁ οὐρανὸς ουτος τουτέστιν ὑπεράνω φύσεως πάσης γεννητῆς τυγχάνει, καὶ ὑπὲρ τῆς πάντων ὠφελείας εὐφραίνεται. καὶ ἐνταῦθα ουν ἐν μὲν τῷ οὐρανῷ, φημὶ τῷ σωτῆρι, ἐστὶ τὸ ελεος τοῦ κυρίου πάντας ἐλεοῦντος· ἡ δὲ ἀλήθεια αὐτοῦ ἡ τῇ κακίᾳ καὶ τοῖς τύποις ἀντιδιαστελλομένη ἐν ταῖς προειρημέναις νεφέλαις ἐστίν. εἰ γὰρ καὶ κατὰ σκιὰν ἐβίουν οἱ προφῆται, ἀλλ' οὐκ ἠγνόουν τὴν ἀλήθειαν ης αυτη σύμβολον. 348 Ps 35,7c.8a ̓Ανθρώπους τοὺς κατ' εἰκόνα καὶ τὸ λογικὸν κίνημα τηροῦντας σωτηρίας τυγχάνειν οὐ θαῦμα. οταν δὲ καὶ ἀποκτηνωθέντας ηδη καὶ ιππους θηλυμανεῖς γεγενημένους καὶ τῶν αλλων ἀλόγων ζῴων ηθος ἀναλαβόντας ἐπὶ σωτηρίαν ἐρχομένους ιδῃ τις, ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ θεοῦ ἀγαθότητι ἐρεῖ ̓Επεὶ τὸν ελεόν σου ἐπλήθυνας, ω θεέ, οὐκ ανθρωποι μόνον ἀλλὰ καὶ κτήνη σῴζονται· τὰ γὰρ μεγάλα ἁμαρτήματα μείζονος καὶ μᾶλλον ἐλέου δεῖται. 349 Ps 35,9a Οικου θεοῦ τῆς ἐκκλησίας τυγχανούσης, πιότης αὐτοῦ ἡ ἐκκλησιαστικὴ διδασκαλία τυγχάνει. ἀπὸ ταύτης νηφάλιον μεθυσθήσονται μέθην οἱ περιεχόμενοι αὐτῆς. εἰ δὲ οικος θεοῦ ειη ὁ σωτήρ, ἀπὸ τῆς παιδεύσεως αὐτοῦ ουσης πιότητος μεθυσθήσονται οἱ ἀπολαύοντες αὐτῆς. 350 Ps 35,9b.10a ̓Επεὶ Παρὰ σοὶ πηγὴ