76
ζωῆς, αυτη δέ ἐστιν ὁ εἰπὼν ̓Εγώ εἰμι ὁ ων, εἰκότως καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ἐρχόμενον ἀπὸ τῆς πηγῆς τῆς ζωῆς ποτιεῖς τοὺς μεθυσθέντας ἀπὸ πιότητος τοῦ οικου σου. πηγὴ δὲ ζωῆς ὁ σωτὴρ τῷ μὴ εξωθεν εχειν ἀλλὰ παρέχειν αὐτὸν απασι τοῖς ζῶσιν, οὐκ ἀνθρώποις μόνοις ἀλλὰ καὶ τοῖς ὑπεραναβεβηκόσι κατὰ τὰ αὐτὰ θείαν ζωήν, καθὸ καὶ πηγὴ σοφίας λέγεται· χείμαρρος δὲ τρυφῆς τὸ αγιον πνεῦμα τῷ τρυφᾶν τοὺς πεπωκότας ἀπ' αὐτοῦ δεχομένους τὰ διάφορα αὐτοῦ χαρίσματα. 351 Ps 35,10b ̓Εν τῷ φωτί σου ὀψόμεθα φῶς· φῶς τοῦ θεοῦ τὸ ἀληθινὸν φῶς, τὸ ̓Απαύγασμα τοῦ φωτὸς τοῦ ἀιδίου. ἐν τούτῳ ουν τῷ φωτὶ ὀψόμεθα φῶς, σὲ τὸ ἀίδιον φῶς περὶ ου ειρηται ̔Ο θεὸς φῶς ἐστιν. συμβαλεῖς τούτῳ ̔Ο ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα. 352 Ps 35,12 Οιδεν ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταβολαῖς χρῆσθαι, ωσπερ ἐνταῦθα τῆς ὑπερηφανίας οὐ ζῴου ποδώτου ἀλλ' εξεως ουσης πόδα ὠνόμασεν, καὶ ἐν Παροιμίαις Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι· ο γοῦν ευχεται τοῦτό ἐστιν· μὴ λάβοι χώραν ἐν τῇ ψυχῇ μου ἐπελθεῖν ἡ ὑπερηφανία ωστε ἀπατῆσαί με, ἀλλὰ μηδὲ χείρ, τουτέστι πρᾶξις, ἁμαρτωλοῦ σαλεύσαι με· εἰ γὰρ πράξοιμι τὰ τῶν ἁμαρτωλῶν, κλονηθήσομαι ἀπὸ τῆς ἀρετῆς. 353 Ps 35,13a ∆ύναται τὸ ̓Εκεῖ σημαίνειν τὸν μέλλοντα βίον, ὡς τὸ ̓Εκεῖ εσται ὁ κλαυθμός, καὶ τὸ ̓Εκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, καὶ τὸ Γυμνὸς ἀπελεύσομαι ἐκεῖ, καὶ ει τι τοιοῦτον. λέγει ουν οτι ̓Εκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, επεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. εἰ γὰρ καὶ ωδε εδοξαν ἑστάναι καὶ ἐνεργεῖν τὰ τῆς ἀνομίας, ἀλλ' ουν γε ἐκεῖ επεσον οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν, ὡς πρότερον ἐνήργουν. οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς ηδη γεγονὸς λέγει· πολλὰ γὰρ τοιαῦτα ῥηθείη, ὡς τὸ Ωρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ∆ιεμερίσαντο τὰ ἱμάτιά μου· ἐπεὶ γὰρ ὁ προφητικῶς προορῶν τὰ ἐσόμενα ουτως αὐτὰ βλέπει ὡς πάντως γενησόμενα, τούτου χάριν ὡς ηδη γενόμενα αὐτὰ διορίζεται.
354 Ps 35,13b ̓Εξώσθησαν δέ, ητοι τῆς εξεως εξω ης ειχον γενέσθαι
ἐβιάσθησαν, η εξω τῆς αὐτοπραγίας γεγένηνται· διότι οὐκέτι στῆναι δύνανται, ἐνεργητικῶς ἐμποδισθεισῶν ἀλλ' οὐκ ἀναιρεθεισῶν τῶν πρακτικῶν δυνάμεων αὐτῶν. 355 Ps 36,3 Αυτη ἡ χρηστότης προξενήσει σοι τὸ κατασκηνῶσαι ἐπὶ τῆς ἁγίας γῆς, ὡς ποιμαίνεσθαι ἐπὶ τῷ πλούτῳ αὐτῆς· εξεις γὰρ ποιμένα τὸν ἀληθινὸν αγοντά σε ἐπὶ θείαν νομήν, ητις πλοῦτος τῆς γῆς ἐκείνης ὠνόμασται. Τὰ δ' αλλα ὁμοίως τῷ πρὸ αὐτοῦ. 356 Ps 36,4 ∆ιὰ πάντων ὠφέλιμον ἡμῖν ἑαυτὸν παρέχων ὁ κύριος καὶ τροφὴ ἡμῖν καὶ ποτὸν εὑρίσκεται. οταν ουν τροφῶμεν αὐτὸν τυγχάνοντα αρτον ζωῆς καὶ ἐμφορηθῶμεν τῶν σαρκῶν αὐτοῦ καὶ τοῦ αιματος, οντων βρώσεως καὶ πόσεως ἀληθινῆς, κατατρυφήσαντες αὐτοῦ, εξομεν αὐτὸν ὀρέγοντα απαντα τὰ αἰτήματα τῆς καρδίας, τουτέστιν τοῦ νοῦ, οὐ τὰ αἰσθητὰ ἀλλὰ τὰ πνευματικὰ καὶ νοητά. 357 Ps 36,4-7a Κατατρύφησον τοῦ κυρίου, καὶ τυχὼν τῶν προλεχθέντων τὴν σαυτοῦ ὁδὸν ην πρακτικῶς ὁδεύεις κατάστησον φανεράν. πότε δὲ ταῦτα ποιεῖς; οτ' αν ἐνεργῇς ἐκεῖνα οις ἐφορᾷ ὁ θεός. ὁ γὰρ ἁμαρτάνων κρύπτεται θεόν, καλύπτειν αὐτοῦ τὴν ὁδὸν σπεύδων. φανερῶν δέ σου τὴν ὁδὸν τῷ θεῷ Ελπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει τὰ ἐλπισθέντα σοι καὶ προσδοκηθέντα σοι, ωστε τὴν ἐν κρυπτῷ ἐνεργηθεῖσαν δικαιοσύνην σου ἐξοῖσαι ὡς φῶς, ὡς τὴν τοῦ ̓Ιὼβ καὶ ̓Ιωσήφ. ἡ γὰρ τούτων φωτὸς δίκην ἀναλάμψασα ἐν ολῃ τῇ οἰκουμένῃ ἐπὶ πάσας γενεὰς διεδόθη, ἀλλὰ Καὶ τὸ κρίμα σου. ητοι ὁ αὐτὸς εκρινεν περὶ σοῦ, η ο σὺ εκρινας καὶ ἐδοκίμασας ἐν σεαυτῷ ἐξοίσει κατὰ τὰ αὐτὰ τῇ μεσημβρίᾳ τῇ ἀκμαῖον καὶ ἀκραιφνὲς φῶς ἐχούσῃ. ουτω γὰρ πάντων τῶν κατὰ σὲ φανερωθέντων ὡς φωστὴρ ἐν κόσμῳ γενήσῃ. τέως δὲ νῦν ̔Υποτάγηθι τῷ κυρίῳ. πῶς δὲ τοῦτο γενήσεται; διὰ τοῦ φυλάττειν τὰ θεῖα προστάγματα, ἱκετεύειν αὐτόν, τῶν προπεπραγμένων