76
59.119 ΟΜΙΛΙΑ ΙΘʹ. Εὑρίσκει οὕτω πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· «Εὑρήκαμεν τὸν Μεσσίαν,» ὅ ἐστι
μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. αʹ. Ὁ Θεὸς παρὰ τὴν ἀρχὴν ποιήσας τὸν ἄνθρωπον, οὐκ ἀφῆκεν εἶναι μόνον,
ἀλλ' ἔδωκεν αὐτῷ βοηθὸν τὴν γυναῖκα, καὶ συνοικεῖν ἐποίησεν, εἰδὼς ἀπὸ τῆς συσκηνίας ταύτης πολὺ τὸ κέρδος ἐσόμενον. Τί γὰρ εἰ μὴ πρὸς τὸ δέον ἐχρήσατο τῇ εὐεργεσίᾳ ταύτῃ ἡ γυνή; Ἀλλ' ὅμως εἰ τοῦ πράγματος αὐτοῦ τὴν φύσιν τις καταμάθοι, πολλὴν ἀπὸ τῆς συνοικήσεως ταύτης ὄψεται τὴν ὠφέλειαν ἐπὶ τῶν νοῦν ἐχόντων γινομένην. Οὐκ ἐπὶ γυναικὸς δὲ μόνον καὶ ἀνδρὸς, ἀλλὰ κἂν ἀδελφοὶ τοῦτο ποιῶσι, καὶ αὐτοὶ τῆς εὐεργεσίας ἀπολαύσονται. ∆ιὸ καὶ ὁ Προφήτης ἔλεγε· Τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Καὶ ὁ Παῦλος παρῄνει μὴ ἐγκαταλιπεῖν τὴν ἐπισυναγωγὴν τὴν ἑαυτῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν θηρίων διεστήκαμεν. ∆ιὰ τοῦτο καὶ πόλεις ἐδειμάμεθα, καὶ ἀγορὰς καὶ οἰκίας, ἵνα ὁμοῦ καὶ μετ' ἀλλήλων ὦμεν, οὐ κατὰ τὴν οἴκησιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἀγάπης σύνδεσμον. Ἐπειδὴ γὰρ ἐνδεὴς ἡμῖν ἡ φύσις παρὰ τοῦ πεποιηκότος ἐγένετο, καὶ οὐκ αὐτάρκης ἐστὶν ἑαυτῇ, συμφερόντως ᾠκονόμησεν ὁ 59.120 Θεὸς τὴν ἐντεῦθεν ἔνδειαν λοιπὸν ἐκ τῆς κατὰ τὴν σύνοδον παρ' ἀλλήλων γινομένης ὠφελείας διορθωθῆναι. ∆ιὰ τοῦτο γάμος οἰκονομεῖται, ὥστε τὸ λεῖπον ἑτέρῳ παρ' ἑτέρου πληροῦσθαι, καὶ τὴν ἐνδεῆ γενέσθαι οὕτως αὐτάρκη, ὡς αὐτὴν ἔχειν καὶ θνητὴν γενομένην, τῇ διαδοχῇ μέχρι πολλοῦ τὴν ἀθανασίαν διατηρεῖν. Καὶ ἦν μὲν μακρότερον ἐπεξελθεῖν τούτῳ τῷ λόγῳ, δεικνύντα ὅσα ἀπὸ τῆς πρὸς ἀλλήλους συνόδου τῆς γνησίας καὶ εἰλικρινοῦς τὰ κέρδη τοῖς συνερχομένοις γίνεται· ἀλλ' ἕτερόν ἐστι τὸ κατεπεῖγον νῦν, οὗ δὴ καὶ ἕνεκεν ἡμῖν ταῦτα εἴρηται. Ὁ γὰρ Ἀνδρέας μείνας παρὰ τῷ Ἰησοῦ, καὶ μαθὼν ἅπερ ἔμαθεν, οὐ κατέσχε παρ' ἑαυτῷ τὸν θησαυρὸν, ἀλλ' ἐπείγεται καὶ τρέχει ταχέως παρὰ τὸν ἀδελφὸν, μεταδώσων αὐτῷ τῶν ἀγαθῶν ὧν εἰλήφει. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν ὁ Ἰωάννης, τίνα ἐστὶν ἃ διελέχθη πρὸς αὐτοὺς ὁ Χριστός; πόθεν δὲ καὶ δῆλόν ἐστιν ὅτι διὰ τοῦτο ἔμειναν παρ' αὐτῷ; Ἀπεδείχθη μὲν ἡμῖν τοῦτο καὶ πρώην· ἔξεστι δὲ καὶ ἐκ τῶν τήμερον ἀναγνωσθέντων μαθεῖν. Ὅρα γὰρ τί φησιν οὗτος πρὸς τὸν ἀδελφόν· Εὑρήκαμεν τὸν Μεσσίαν, ὃς ἑρμηνεύεται Χριστός. 59.121 Εἶδες πῶς ὅσα ἐν βραχεῖ ἔμαθεν, ἔδειξεν ἐντεῦθεν; Καὶ γὰρ καὶ τὴν τοῦ διδασκάλου ἰσχὺν παρίστησι πείσαντος αὐτοὺς, καὶ τὴν αὐτῶν προθυμίαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα μεριμνώντων. Τοῦτο γὰρ τὸ ῥῆμα ψυχῆς ἐστιν ὠδινούσης τὴν παρουσίαν αὐτοῦ, καὶ προσδοκώσης τὴν ἄφιξιν ἄνωθεν, καὶ περιχαροῦς γεγενημένης μετὰ τὸ φανῆναι τὸ προσδοκώμενον, καὶ ἐπειγομένης ἑτέροις μεταδοῦναι τῶν εὐαγγελίων. Τοῦτο ἀδελφικῆς εὐνοίας, τοῦτο φιλίας συγγενικῆς, τοῦτο εἰλικρινοῦς διαθέσεως, ἐν τοῖς πνευματικοῖς σπουδάζειν χεῖρα ὀρέγειν ἀλλήλοις. Ἄκουσον δὲ καὶ τούτου μετὰ τῆς τοῦ ἄρθρου προσθήκης λέγοντος. Οὐ γὰρ εἶπε, Μεσσίαν, ἀλλὰ, τὸν Μεσσίαν· οὕτως ἕνα τινὰ Χριστὸν προσεδόκων, οὐδὲν κοινὸν πρὸς τοὺς ἄλλους ἔχοντα. Θέα δέ μοι καὶ ἐξ αὐτῆς τῆς ἀρχῆς τὴν εὐπειθῆ καὶ εὐήνιον τοῦ Πέτρου διάνοιαν. Εὐθέως γὰρ ἐπέδραμε μηδὲν μελλήσας. Ἤγαγε γὰρ αὐτὸν, φησὶ, πρὸς τὸν Ἰησοῦν. Ἀλλὰ μηδεὶς εὐκολίαν αὐτοῦ καταγινωσκέτω, εἰ μὴ πολλὰ ζητήσας οὕτω τὸν λόγον ἐδέξατο. Εἰκὸς γὰρ καὶ τὸν ἀδελφὸν ἀκριβέστερον εἰρηκέναι αὐτῷ ταῦτα, καὶ διὰ μακρῶν· ἀλλ' οἱ εὐαγγελισταὶ πανταχοῦ πολλὰ ἐπιτέμνουσι βραχυλογίας ἐπιμελούμενοι. Ἄλλως δὲ, οὐδὲ εἴρηται ὅτι ἐπίστευσεν ἁπλῶς, ἀλλ' ὅτι Ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, ἐκείνῳ λοιπὸν παραδώσων, ὥστε τὸ πᾶν παρ' ἐκείνου μαθεῖν· καὶ γὰρ καὶ ὁ ἕτερος μαθητὴς συνῆν καὶ συνεβάλετο πρὸς ταῦτα. Εἰ δὲ ὁ Βαπτιστὴς Ἰωάννης εἰπὼν, ὅτι Ἀμνός ἐστι, καὶ